Ancient Greek · ~8 min
ΠΕΡΙ ΛΥΣΕΩΣ.
Valerius Apsines, Ars rhetorica 2-5
Not analysed yet
Εἰσὶ δὲ τῶν ἀνατροπῶν αἱ μὲν ἁπλαῖ,αἷς ἥδε ἡ μέθοδος εἰσπίπτει, αἱ δὲ ἐκ περιουσίας, ὡς ἐπʼ ἐκείνου· εὐεργέτης 7 ὁ Χαρίδημος, οὐκ εὐεργέτης· τοῦτο ἀπλοῦν εἶτα μεθʼ ὑπερβολῆς, οὐ μόνον οὐκ εὐεργέτης, ἀλλὰ καὶ τάδε ἠδίκηκε. γίνεται γὰρ μέθοδος ἢ κατὰ περιτροπήν, ὅταν ἐξ αὐτῆς ἣν ἂν εἴπῃ ὁ ἀντίδικος ἀντιθέσεως περιτρέπῃς αὐτόν, ὡς ἐν τῷ παραπρεσβείας ὀργιεῖται, φησί, Φίλιππος, εἰ καταψηφιεῖσθε τῶν πεποιημένων τὴν εἰρήνην· πρὸς τοῦτο ἀπήντησε τῷ κατὰ περιτροπήν. ,,ἐγὼ δὲ εἰ τοῦτό ἐστιν ἀληθές, οὐκ ἔχω σκοπούμενος εὑρεῖν ὅ τι μεῖζον κατηγορήσω, εἰ γὰρ ὁ τῆς εἰρήνης χρήματα ἀναλώσας. ἢ κατὰ σύγκρουσιν, ὃ καὶ αὐτὸ δόξαι ἂν περιτροπῆς εἶναι, ὅταν μὴ λύσιν τιθῶμεν, ἀλλ αὐτὰς τὰς ἀντιθέσεις συγκρούωμεν ὡς ἐναντίας ἀλλήλαις, ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος· οὔ φημι δίκαιονεἶναι περὶ ἀμφοῖν λέγειν, ὡς οὐ παρὰ τὸν νόμον ἐστὶ τὸ ψήφισμα, καὶ ὡς οὐ διὰ τὴν βουλὴν οὐκ εἰσὶν αἱ τριήρεις· εἰ μὲν γὰρ διδόναι καὶ μὴ ποιησαμένῃ τὰς ναῦς ἔξεστι, τί τοῦτο δεῖ λέγειν, διʼ ὅντινα δήποτε οὐ πεποίηνται. ἢ κατὰ μείωσιν γίνεταιλύσις, ἐπὰν ἀνελεῖν μὲν μὴ δυνώμεθα πάντη τὸ ὑπὸ τοῦ κατηγόρου λεγόμενον, ἀλλὰ συγχωρήσαντες ἐλαττώσωμεν αὐτό, ὡς ἐν τῷ πρὸς Λεπτίνην ,,ἀλλὰ χορηγούς, φησίν, ,,διὰ τοῦ νόμου ἕξομεν· “τοῦτο ἐμείωσεν εἰπών, ὀλίγους εἶναι καὶ πέντε ἢ ἕξ. δεῖ δὲ πιθανῶς ποιεῖσθαι τὰς μειώσεις. ἢ τοὐναντίον κατὰ αὔξησιν, ὅταν ὁ μὲν ἀντίδικος ἐλαττώσῃτὸ πρᾶγμα, σὺ δὲ κατʼ αὔξησιν ἀπαντήσῃς κατὰ πηλικότητα ἢ ποσότητα ἢ ἄλλο τι τῶν αὐξητικῶν ἢ κατὰ ἀντιπαράστασιν, ὅταν μὴ δυνάμενοι ἀνελεῖν τὸ παρὰ τοῦ ἀντιδίκου πάντη ἀντιπαραστήσωμεν αὐτῷ ἕτερον, ἢ καλὸν ἢ κακόν, ὡς ἐν τῷ πρὸς Λεπτίνην· χορηγοὺς πολλοὺς ἡμῖν δίδωσιν ὁ νόμος. τοῦτο ἔλυσε πρῶτον μὲν κατὰ μείωσιν, ὡς ἐδείχθη ἐπάνω, εἶτα κατ᾿ ἀντιπαράστασιν ἀτόπου· χορηγοὺς δίδωσιν, ἀλλʼ εἰς αἰσχύνην ἄγει, ἀλλʼ εὐεργετῶν ἀφαιρεῖται. κατὰ δʼ ἀντιπαράστασιν ἀγαθῶν, ὡς ἐν 7 ἐκείνῳ ἀδικεῖς τὰς ναῦς ἐμπρήσας· ἀλλὰ νίκην πεποίηκα, ἀλλὰ φυγῆς ἀπήλλαξα. ἡ δὲ ἀντιπαράστασις τὰ πολλὰ ἀπὸ τῶν ἐκβάσεων εὑρίσκεται, οἷον εὐπορίαν ποιεῖ τὸ μισθοῦ μυεῖν. ἀλλὰ τοῦτο ἐκβήσεται, ἀδοξία, ὀργὴ παρὰ θεῶν. ἠδίκησας διελὼν τὸ τεῖχος, ἀλλὰ νίκη ἀπέβη.