Ancient Greek · ~4 min
ΠΕΡΙ ΠΡΟΚΑΤΑΣΤΑΣΕΩΣ.
Valerius Apsines, Ars rhetorica 11-2
Not analysed yet
Τὸ δὲ ἐκ τρόπου ἁρμόσει σοι καὶ ἐνίοις τῶν ἐσχηματισμένων, ἐν οἷς εἰσηγησαμένου τινὸς καὶ πείσαντος σὺ τὴν εἰσήγησιν ταύτην ἐν ἀληθείᾳ κακίζεις, προσποιῇ δὲ ἐπαινεῖν, καὶ ἄλλο τι δεῖ προστιθέναι ἕτερον αὐτῷ ἀκόλουθον· ἁρμόσει γάρ σοι λέγειν, ἐσφάλην τοῦ προσήκοντος, ἐγὼ μὲν γὰρ ᾤμην τοιάδε αὐτὸν γράφειν καὶ τοιάδε, οἷον ὡς ἐπʼ ἐκείνου. ἔγραψεν ὁ Περικλῆς δῃοῦν τὴν Ἀττικήν· γράφει ὁ Νικίας ἀπὸ τῆς Ἐλευσῖνος ἄρχεσθαι. λέξει γὰρ ὁ Νικίας, ὅτι ἐγὼ μὲν ᾤμην πρότερον, ὅτε ἐκκλησίαν τις ἐπήγγελλε καὶ παρῆλθε Περικλῆς, ταῦτα τὰ εἰωθότα λεχθήσεσθαι, ἀμύνεσθαι ὑπὲρ τῆς χώρας καὶ κινδυνεύειν, καὶ ὅσα ἄλλα τοιαῦτα. ἀλλʼ ὁ σοφὸς Περικλῆς τούτων μὲν ὑπερεῖδεν, εὐ γε ποιῶν καὶ καθʼ ἑαυτόν· ἠκούετε δὲ οἷα διεξῄει, οἷα μηδεὶς πρότερον· τί οὖν ἕπεται τούτοις, ἀρχὴν ζητῆσαι καὶ τόπον, ἀφʼ οὗ ἀρξόμεθα. ἁρμόσει δὲ τοῦτο καὶ ἀγωνιστικοῖς ἐνισταμένων ἡμῶν ἐνίοτε πεφεισμένως μέντοι καὶ ταμιευομένων ἡμῶν τούς πλείστους τρόπους τῶν μεταληπτικῶν. γένοιτο δʼ ἂν τοῦτο ὁπόταν εἰσηγήσει τινὸς ἀντιλέγῃς ἢ εὐθύναις, οἷον ὡς ἐπʼ ἐκείνου. ἔγραψεν ὁ Ἀριστογείτων μισθοῦ μυεῖν. ἀντιλέγει τις, οἷον ἐγὼμὲν ᾤμην ἄλλους πόρους τινὰς τοῦτον ἐρεῖν χρημάτων εἰςφορᾶς.