Ancient Greek · ~4 min
7 to 10
Valerius Apsines, Ars rhetorica 7-10
Not analysed yet
Ἐκ προδιαβολῆς δὲ ὁπόταν τὰ τοῦ ἀντιδίκου ἢ τὰ περὶ αὐτὸν διαβάλλῃς· γίνεται δὲ ἐν οἷς ἄδοξα ὑπόκειται πρόσωπα, οἷον ὡς ἐπʼ ἐκείνου τοῦ ζητήματος· ἐν σπάνει χρημάτων ἔγραψεν ὁ Ἀριστογείτων μισθοῦ μυεῖν, καὶ κρίνεται ἢ ὡς ἐν τῷ τῆς παραπρεσβείας· ἁρμόττει δὲ ἂν μὲν δημοσίᾳ τις φεύγῃ, ὅταν ἄλλη κατάστασις μὴ ᾖ. Προσδιοριζόμεθα δὲ ὁπόταν ἀκόλουθα οἷς προδιοριζόμεθα ᾖ τὰ μέλλοντα ἐπιφέρεσθαι, οἷον δεῖ παρὰ πρεσβευτοῦ τῶνδε καὶ τῶνδε λαβεῖν εὐθύνας, ὡς ἐὰν μὴ πάντα δυνώμεθα ἐπιδεῖξαι, περιττὸν τὸ ἐπαγγέλλεσθαι πάντα, ἀλλʼ ἐκεῖνα ἃ δυνάμεθα. Ἐξ ἀντεξετάσεως δὲ καθιστάμεθα ἐν πᾶσι τοῖς ἐξ ἀποβάσεως, οἷον ὡς ἐπʼ ἐκείνου Σκύθαι νομάδες πόλιν ᾤκησαν, καὶ νοσοῦσι συμβουλεύει τις αὐτοῖς τοῦ προτέρου ἔχεσθαι βίου. ἐὰν γὰρ ἀντεξετάσῃς, λέξεις οἷα πρότερον ἦν πρὸ τῆς πόλεως, οἷον ὑγίεια, εὐεξία, καὶ ὁποῖα τὰ νῦν. Τὸ δὲ κεφάλαιον αὐτὸ καταστατικῶς εἰσάγεται, ὡς ἐν τῷ δευτέρῳ τῶν Ὀλυνθιακῶν· ,,ἐγὼ γάρ, ὦ ἄνδρες, σφόδρʼ ἄν ἡγούμην καὶ αὐτὸς φοβερὸν τὸν Φίλιππον καὶ θαυμαστόν, εἰ τὰ δίκαια πράττοντα ἑώρων· “τοῦτο γὰρ κεφάλαιόν ἐστι τὸ δυνατόν, εἰσῆκται δὲ καταστατικῶς· 4 μέρος δὲ κεφαλαίου, ὡς ἐν τῷ Ἰσοκράτει Ἀριστείδου.