Ancient Greek · ~1 min
ΠΕΡΙ ΔΙΗΓΗΣΕΩΣ.
Valerius Apsines, Ars rhetorica 11-3
Not analysed yet
Ὁπόταν ἀτόπου τινὸς συμβαίνοντος εἰσηγῆταί τις τρόπον ἐπανορθώσεως, καὶ αὐτὸς μὲν οἷα τὰ συμβαίνοντα διηγήσηται, ὁ δὲ ἀντιλέγων αὐτῷ τὸν τρόπον τῆς ἐπανορθώσεως μέμφηται, πῶς προκαταστήσεται, λέλεκται. 5 φήσει γὰρ ὅτι ἐγὼ μὲν προσεδόκων τοῦτον λέξειν πρὸς ἐπανόρθωσιν τῶν δυσχερῶν, οἷα καὶ ὑμῶν ἤκουον τῶν πλείστων λεγόντων, καὶ αὐτὸς αὐτίκα δὴ λέξω ὁ δὲ οἷα εἰσηγήσατο ὁρᾶτε.