Ancient Greek · ~3 min
ΠΕΡΙ ΔΙΗΓΗΣΕΩΣ.
Valerius Apsines, Ars rhetorica 12-3
Not analysed yet
Ὅλως δὲ καθόλου τῶν διηγήσεων αἱ μέν εἰσι παθητικαί, αἱ δὲ ἠθικαί, αἱ δὲ σφοδραί, αἱ δὲ πάνυ ἐν βαρύτητι, αἱ δὲ ἐγκωμιαστικαί, αἱ δὲ μέσαι· τῶν δὲ μέσων αἱ μὲν δημόσιαι αἱ δὲ ἰδιωτικαί. αἱ μὲν οὖν ἐγκωμιαστικαὶ εὐεργεσιῶν διέξοδον ἔχουσιν· αὗται τοίνυν πομπικώτεραι καὶ πανηγυρικώτεραι· πρόσεστι δὲ αὐταῖς τὸ ἐπαχθές· τοῦτο τοίνυν ἐπανορθωτέον ἢ διὰ τῶν προπαραιτήσεων, ἤ τῷ ἀναγκαῖον δεικνύναι τὸν λόγον τὰ πολλὰ προσποιούμενον παραλείπειν, ἢ ἐξ ἀναιρέσεως τὰ πολλὰ εἰσάγοντα, ἢ ἀσυνδέτως· τάχιον γὰρ φαντασίαν ποιεῖ τὸ σχῆμα, ἤγουν τὸ κατʼ ἐπιδρομήν, ὡς ἔφη Ἀψίνης ἐν τῷ κατὰ Μειδίου γεγενῆσθαι, ἐπειδή περ ἔμελλεν αὐτὸν ἐγκωμιάσειν.