Ancient Greek · ~6 min
ΠΕΡΙ ΛΥΣΕΩΣ.
Valerius Apsines, Ars rhetorica 11-4
Not analysed yet
Ἡμεῖς δὲ τοὺς τόπους τῶν λύσεώ σοι παρεχόμεθα, οὓς εἰδὼς ῥᾷον εὐπορήσεις λύσεων. ἔτι δὲ κἀκεῖνο χρή σε εἰδέναι, ὅτι οὐ πάσαις ταῖς λύσεσι χρῆσθαι ῥᾴδιον, ἀλλὰ ταῖς ἐμπιπτούσαις. ἔστω δὴ καὶ ἀντίθεσις ἐπὶ τῶν ὀμοσάντων μὴ γῆμαι καὶ κρινομένων, ὅτι πολλὰ λυπηρὰ τοῖς γάμοις παρακολουθεῖ, καὶ γυναικῶν ἀσέλγεια καὶ παίδων πονηρία. ἐνταῦθα οὐ δυνάμεθα κατὰ ἀνατροπὴν ἀπαντῆσαι, ὅτι οὐδὲν λυπηρὸν συμβαίνει, ψεῦδος γάρ, ἀλλὰ μεθοδεύω αὐτὸ πρῶτον κατὰ μείωσιν, οὐ πᾶσι τὰ αὐτὰ κατʼ ἀντιπαράστασιν ἀγαθοῦ, οὐ δεῖ τὰ προσόντα λυπηρὰ μόνον σκοπεῖν, ἀλλὰ καὶ τὰ ἀγαθά, ἔστι δὲ ταῦτα παιδοποιΐα,διαδοχὴ γένους, κλήρου, πολιτείας, τὸ γηροκομίαν ἕξειν. εἶτα κατὰ αὔξησιν, καὶ μείζω τὰ ἀγαθὰ 7 τῶν λυπηρῶν. εἶτα ἀντιπαραστάσει τρόπου, χρὴ δὲ διʼ ἑτέρου τρόπου τὰ ἄτοπα φυλάττεσθαι, σωφρονίζειν τὰ γύναια, τοὺς παῖδας ἀμείνους ποιεῖν τῇ ἀγωγῇ, διὰ τῶν ἐπιτηδευμάτων. εἶτα κατὰ ἐνδόξου κρίσιν, οὕτω πᾶσι τοῖς κατὰ τὴν πόλιν δοκεῖ, οὕτω καὶ τοῖς νόμοις οἳ περὶ γάμων διαλέγονται, οὕτω πᾶσιν ἀνθρώποις νενόμισται. εἶτα διανοίας ἐξέτασις, οὐ ταύτῃ τῇ διανοίᾳ ὤμοσαν, ἀλλʼ ἀσελγείας καὶ μοιχειῶν ὑπόθεσίς ἐστιν αὐτοῖς ὁ ὅρκος. εἶτʼ ἀπὸ τοῦ ἐναντίου, εἰ τὸ γαμεῖν ἔχει τινὰ λυπηρά, πόσῳ τὸ μὴ γαμεῖν λυπηρότερον, τὸ εἶναι ἄοικον, ἀνέστιον, ἄπαιδα, οὐχ αὑτῷ οὐ πόλει χρήσιμον. εἶτα ἡ εἰς ἄτοπον ἀπαγωγή, ὅτι καὶ ἄλλα πολλὰ τῶν κατὰ τὸν βίον ἐπιτηδευμάτων κατὰ τοῦτον τὸν λόγον ἀναιρήσουσιν, οἷς τι τῶν λυπηρῶν πρόσεστιν. εἶτα μεταστατικῶς, τὸ μὲν δυστυχῆσαι περὶ γάμον τύχης ἐστὶν ἔγκλημα, τὸ δʼ ἄγαμον εἶναι γνώμης πονηρία. εἶτα ἐξ ἀποβάσεως τί συμβήσεται, εἰ τούσδε καὶ ἄλλοι μιμήσονται. ἔφαμεν δὲ τὸ τῆς ἀντιπαραστάσεως καὶ τὴν ἀπόβασιν εἶναι.