Ancient Greek · ~7 min
ΠΕΡΙ ΛΥΣΕΩΣ.
Valerius Apsines, Ars rhetorica 12-4
Not analysed yet
Χρὴ δὲ τὰς μὲν ἀσθενεστέρας λύσεις προτέρας τιθέναι, τὰς δὲ ἰσχυροτέρας δευτέρας· εἰ γὰρ αἱ ἰσχυρότεραι πρότεραι τεθεῖεν, οὐκέτι χώραν ἕξουσιν αἱ ἀσθενέστεαι. εἰσάγονται δʼ αἱ μὲν ἀσθενέστεραι, ὡς ἐπὶ τὸ πλεῖστον κατὰ παράλειψιν, αἱ δὲ ἰσχυρότεραι ὡς ἐπὶ τὸ πλεῖστον προηγουμένως ἐπισημαινομένων ἡμῶν τὰς δυνάμεις αὐτῶν. ἐνίοτε μέντοι καὶ αἱ ἰσχυρότεραι κατὰ παράλειψιν τίθενται, ὡς ἐν τῷ πρὸς Λεπτίνην· ,,ἐγὼ δʼ ὅτι μὲν τινῶν κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τῶν ἀτόπων ἐστὶ παραλείψω. ἐνίοτε καὶ συνεισάγονται ταῖς ἀντιθέσεσιν αἱ λύσεις, ὡς ἐν τῷ παραπρεσβείας· ,,οὕτω τοίνυν πολλὰ καὶ δεινὰ καὶ πάντα καθʼ ὑμῶν πεπρεσβευκὼς περιϊὼν λέγει,τί δʼ ἄν εἰποις περὶ Δημοσθένους,ὃς 7 τῶν συμπρέσβεων κατηγορεῖ ἔξεστι γάρ σοι ἀνατρέψαι τὴν εἰσαγωγὴν καὶ ποιῆσαι λύσιν, κατηγορεῖς τῶν συμπρέσβεων· ναί, πολλὰ γὰρ καὶ δεινὰ πεπρεσβεύπασι. πολλάκις τῇ εἰσαγωγῇ τῆς ἀντιθέσεως συνεισάγεται ἡ λύσις, καὶ ἔμφασις ὅλως λύσεως γίνεται διʼ ἑνὸς ῥήματος, ὡς ἐν τῷ περὶ τοῦ στεφάνου, ,,εἰ δὲ λέγεις τὰ πρὸς Θηβαίους δίκαια, Αἰσχίνη, ἢ περὶ τῶν ἴσων νυνὶ διαλέγῃ. “τὸ γὰρ νυνὶ καὶ ἀντὶ λύσεως ὅλης ἤρκει. ἐχρῆν γὰρ καὶ τότε. διττὴ δʼ ἡ χρῆσις παρὰ τῷ Δημοσθένει ἢ γὰρ προτάττει τὸ ἐξ ἀνατροπῆς καὶ ἐπάγει τὸ ἐκ μεθόδου συγχωρήσας, εἶτα περιτρέψας ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος· ,,ἐγὼ δὲ οἶμαι μὲν οὐχὶ λέγειν αὐτὸν ἀληθῆ, μᾶλλον δʼ οἶδα σαφῶς. ἄχρι τούτου ὡς ἔχων ἀνατρέψαι ἀπέφηνεν. εἶθʼ ἑξῆς συγχωρήσας περιέτρεψεν. ,,οὐ μὴν ἀλλὰ εἰ τοῦτο τοιοῦτόν ἐστι τὰ μάλιστα, ὁ νόμος δὲ λέγει τἀναντία. εἶτα περιτρέψας ὡς ἐν ἐκείνῳ· ,,ἐγὼ δὲ εἰ τοῦτο τοιοῦτόν ἐστιν, οὐκ ἔχω ὅ τι μεῖζον κατηγορήσω. εἶτα ἑξῆς κατὰ ἀνατροπήν· ,,οὐ μὴν ἀλλʼ ὅτι καὶ φιλίας ἀρχὴ συμφερούσης ἡμῖν οὕτω μᾶλλον.