Ancient Greek
ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΚΕΦΑΛΛΙΩΝ ΚΑΤΑΣΚΕΥΗΣ.
Valerius Apsines, Ars rhetorica 11-5
Not analysed yet
Τὸ δίκαιον διχόθεν συνίσταται ἀπὸ προσώπου ἢ ἀπὸ πράγματος· ἀπὸ μὲν προσώπου· δίκαιον βοηθεῖν, ἀστυγείτονες γάρ, εἰ οὓτω τύχοι, ἢ ὁμογενεῖς ἢ φίλοι ἢ εὐεργέται· ἢ πάλιν ἀπὸ τῶν ἐναντίων, εἰ τιμωρεῖσθαι κελεύοις, ὅτι ἐχθροί, ὅτι προϋπῆρξαν, ὅτι ἀλλόφυλοι. ἀπὸ δὲ πράγματος, ὅτι ἴσον, ὅτι πρὸς τὴν ἀξίαν, ὅτι καὶ πᾶσι τοῖς τὰ δίκαια φρονήσασιν οὕτως ἔδοξεν.