Ancient Greek · ~5 min
ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΚΕΦΑΛΛΙΩΝ ΚΑΤΑΣΚΕΥΗΣ.
Valerius Apsines, Ars rhetorica 4-6
Not analysed yet
Περὶ ἔθους. τὸ δὲ ἔθος καὶ ἀντὶ τοῦ νομίμου παραλαμβάνεται· ἔχει δὲ ὕλην καὶ τὰς κατασκευὰς ἐκ τῶν γεγονότων καὶ παραδεδομένων· λαμβάνεται δὲ διχῶς ἢ ἐξ ἰδιότητος τοῦ ὑποκειμένου προσώπου ἢ ἐκ κοινότητος, ὡς ἐπʼ ἐκείνου· βουλεύονται Ἀθηναῖοι, εἰ δεῖ θάψαι τοὺς δέκα στρατηγούς· ἀπὸ κοινότητος μέν, ὅτι κοινῇ πᾶσιν ἀνθρώποις καθέστηκε θάπτειν τοὺς οἰχομένους συνήθεια· ἐξ ἰδιότητος δὲ τοῦ ὑποκειμένου προσώπου, ὅτι Ἀθηναίοις καὶ τοὺς ἀλλοτρίους νεκροὺς θάπτειν ἔθος, οἷα τὰ περὶ Ἀργείους ἔπραξαν, πολύ γε δήπου πρότερον τοὺς οἰκείους προσήκει. οὐκοῦν καὶ ἀπὸ τῶν ἐναντίων αἱ ἀνατροπαί, ἢ ὅτι ἄλλοις ἢ ὅτι ἡμῖν οὐκ ἔθος, τὰ δόγματα καὶ ἀντὶ νόμων ἰσχύει. καὶ σχεδὸν ἀπὸ τῶν αὐτῶν ἐννοιῶν κατασκευάζεται, ὅτι ὀρθῶς ἔχει ἀπὸ τῶν βουλευσαμένων, εἰ ἔνδοξον εἴη πρόσωπον τὸ ὑποκείμενον, καὶ οὐχ οἷον πρὸς ἀπάτην τι δοκεῖν βουλεύεσθαι, εἰ δὲ καὶ αὐτὸ τὸ δόγμα συντρέχον καὶ τοῖς νόμοις τοῖς προγονικοῖς φαίνοιτο· ἀπὸ τοῦ ἐλλείποντος, εἰ οὐδ᾿ ἀντείποι τις τῶν νῦν ἀντιλεγόντων· ἀπὸ ἐνδόξου κρίσεως, ὅτι καὶ οἱ νόμοι φυλάττειν κύριά φησι κελεύουσι τὰ τοῦ δήμου δόγματα. ἐκ διαφορᾶς· ταύύτῃ διενήνοχεν ἡ δημοκρατία τυραννίδος, ὅτι ἡ μὲν ἄκυρον ποιεῖ τὸν δῆμον, ἡ δὲ κύριον. ἐκ τοῦ ἐλάττονος· εἰ καὶ τὰς ἰδίας ὁμολογίας φυλάττειν ἔννομον, πολὺ δήπου τὰς τοῦ δήμου.