Ancient Greek
ΠΕΡΙ ΕΠΙΛΟΓΟΥ.
Valerius Apsines, Ars rhetorica 11-6
Not analysed yet
Ἔστιν ἀναμιμνήσκειν διὰ νόμων εἰσφορὰς, ὡς ἀναμιμνήσκειν ὑπάρχει διὰ ψηφίσματος εἰσφορᾶς, οἷον, ὑπολαμβάνετέ νῦν νόμον εἰσφέρειν μηδένα ἐπιβουλεύειν τοῖς ἀλλοτρίοις παισίν, ἐξουσίαν ἔχειν τοὺς πατέρας τῶν υἱέων, τούς στρατιώτας μὴ ἐπιβουλεύειν τοῖς εὐεργέταις τοῖς ἑαυτῶν, μὴ ποιεῖσθαι κέρδη τὰς ἀλλοτρίας συμφοράς, εἰ τοῦτον εἰσέφερε τὸν νόμον, οὐκ ἂν ἐκυρώσατε; τοῦτον δὲ ἀντὶ τούτου εἰσφέρειν ἕτερον νόμον τὸν τὰ ἐναντία τούτοις ποιεῖν κελεύοντα, κυρίους εἶναι τῶν ἀλλοτρίων παίδων τούς μηδὲν προσήκοντας αὐτοῖς, τούς ἀδικήσαντας μηδεμίαν τιμωρίαν ἐκτίνειν, ἄδειαν τοὺς στρατιώτας ἔχειν τοῦ ποιεῖν ἅπαντας κακῶς.