Ancient Greek
ΠΕΡΙ ΕΠΙΛΟΓΟΥ.
Valerius Apsines, Ars rhetorica 12-5
Not analysed yet
Ἔτι ἀναμνήσομεν διʼ ὑπογραφῆς ἤτοι εἰκόνος ἢ ἀνδριάντος ἢ τάφου ἢ τῶν τοιούτων τινός, οἷον καὶ τὸν Ἐπαμεινώνδαν φασὶ θανάτου κρινόμενον παρὰ τοῖς Θηβαίοις ποιῆσαι. παρελθών γὰρ ἔφη ,,ἀποκτείνατέ με, ὦ Θηβαῖοι. ἐκεῖνο δέ μοι παρʼ ὑμῶν ὑπαρξάτω ἐν τῇ στήλῃ, ὅτι παραλαβὼν τὴν πόλιν δουλεύουσαν τὴν ἑαυτοῦ ἠλευθέρωσε, καὶ Λακεδαιμονίους ἐκράτησε μάχῃ, καὶ διέβη εἰς Πελοπόννησον, τὰ καὶ τὰ διεπράξατο. δύναται δὲ ὁ Ἐπαμεινώνδας καὶ οὕτω λέγειν· μὴ ποιήσητέ μου τάφον· παριών γάρ τις μνημονεύσει καὶ ἐρεῖ τὰ καὶ τά. ἔστι δὲ ὑπομιμνήσκειν οὐ μόνον διὰ τῆς ἐπιγραφῆς τῆς γιγνομένης διὰ γραμμάτων, ἀλλὰ καὶ τῆς ἐκτύπωσιν ἐχούσης τῶν γεγενημένων, ὡς ἐπὶ Θεμιστοκλέους, εἰ δὲ ἀποκτενεῖτέ με, ἔστω μνῆμα δηλοῦν ἐπὶ τῷ ἐμῷ τάφῳ τούτων ἕκαστον, διʼ ἃ νῦν φθονούμενος κρίνομαι, Ἀρτεμίσιόν που καὶ Σαλαμὶς γεγράφθω καὶ στόλος βασιλικὸς καὶ τὸ Ἀθηναίων ναυτικὸν καὶ τῶν ἄλλων ἕκαστον ἀξιώσει τούτοις ἐγγεγράφθαι.