Ancient Greek · ~2 min
ΠΕΡΙ ΠΡΟΟΙΜΙΩΝ.
Valerius Apsines, Ars rhetorica 14
Not analysed yet
Ἄλλο. Ἔφαμεν συνεχῶς κρινόμενον τί δεῖ ποιεῖν· φέρε οὖν καὶ περὶ κατηγόρου εἴπωμεν. ὅταν τοίνυν κατηγορῶμεν συνεχῶς κριθέντος, δεῖ σκοπεῖν, πότερον ἐν ἐκείνοις ἡττήθη, καὶ εἰ μὲν πρότερον ἡττημένος εἴη, ἐπαινεῖν τοὺς δικαστὰς τοὺς καὶ πρότερον καταγνόντας 1 αὐτοῦ. εἰ δὲ κεκρατηκὼς εἴη, δυοῖν θάτερον ποιεῖν, ἢ τὴν δεινότητα αὐτοῦ προεπισημήνασθαι, διʼ ἣν τοιοῦτός ἐστιν, οἷος κρατεῖν ὧν βούλεται. εἰ δὲ μὴ τοῦτο, ἐκ περιττότητος, ὅτι οὐ τὸν αὐτὸν τρόπον ὑμεῖς τε τούτῳ καὶ αὐτὸς ὑμῖν κέχρηται. ὑμεῖς μὲν γὰρ ὑπολαμβάνοντες βελτίω ἔσεσθαι αὐτὸν πολλάκις ἠξιώσατε, ὁ δὲ ὥσπερ ἀμυνόμενος ὑμᾶς πολλῷ δεινότερα διατέθεικεν.