Ancient Greek
ΠΕΡΙ ΠΡΟΟΙΜΙΩΝ.
Valerius Apsines, Ars rhetorica 15
Not analysed yet
Ἔστι καὶ τοιοῦτο γένος προβλημάτων, ἐν οἷς τί σε λυπεῖ. διοικοῦ δὴ ἐν τοῖς προοιμίοις αὐτὸ καὶ προεπισημαίνου. λυπεῖ δέ σε ἢ πλῆθος ἀντιδίκων εἰ πολλοὶ εἶεν, οἷον, δέκα νέοι ὤμοσαν μὴ γῆμαι, καὶ κρίνονται κακοῦ βίου· ἁρμόσει οὖν λέγειν, ὡς οὐ ῥᾴδιος ὁ ἀγὼν ἡμῖν πρὸς ἄνδρας πολλούς καὶ θρασεῖς ἀγωνίζεσθαι. λυπεῖ δὲ οὐ μόνον πλῆθος, ἀλλὰ καὶ δεινότης ἀντιδίκου, ὡς ἐπʼ ἐκείνου· οἱ ῥήτορες πρὸ τῶν ἐκκλησιῶν βουλευόμενοι κρίνονται. καὶ πάντα ῥήτορα νικῶντα γράφει τις ἐλαύνειν. λυποῦσι δὲ καὶ συστάσεις τινῶν καὶ παρασκευαί, ὡς ἐν τῷ παραπρεσβείας ἐστὶνεὑρεῖν.