Ancient Greek · ~4 min
ΠΕΡΙ ΔΙΗΓΗΣΕΩΣ.
Valerius Apsines, Ars rhetorica 2-3
Not analysed yet
Ταῦτα μὲν οὖν καθολικώτερον ἐπὶπασῶνδιηγήσεων, νῦν δὲ ὥσπερ εἰώθαμεν περὶ τῶν γενικῶν διηγήσεων εἴπωμεν. ὅπου ἂν δωρεὰν ἢ αὐτοὶ αἰτῶμεν, ἢ ἄλλῳ γράψωμεν μέγα τι κατειργασμένῳ, ἁρμόσει διηγεῖσθαι τὰ πεπραγμένα οὐχ ἁπλῶς, ἀλλὰ προπαραιτησάμενον μηδενὶ ἐπαχθὲς παραστῆναι, καὶ τὸ ἄκοντα δοκεῖν λέγειν αὐτά. ἔσται δὲ καὶ αὔξησις τῆς εὐεργεσίας οὐκ ἐὰν ἁπλῶς διέλθῃς τὰ κατωρθωμένα, ἀλλʼ ἐὰν πρότερον αὐξήσῃς τὸ μέγεθος τῶν προτέρων συμφορῶν ἃς ἀπήλλαξεν, ἢ τὴν δύναμιν τῶν ἐχθρῶν ἣν ἔπαυσεν, οἷον ὡς ἐν τῷ Ἕρμωνι Ἀψίνης ἢ πάλιν ἐν ἐκείνῳ τῷ ζητήματι· γράφει τις τὸν Κόνωνα μετὰ τὴν ἀνάστασιν τῶν τειχῶν τῶν αὐτῶν τιμῶν Ἁρμοδίῳ καὶ Ἀριστογείτονι τυγχάνειν. προνοητέον δὲ ἐν τοῖς τοιούτοις ὅπως μὴ πάντα ἐκκενώσῃς τὰ κατωρθωμένα ἐν διηγήσει, ἀλλὰ καὶ τοῖς κεφαλαίοις φυλάξῃς τινά· κἀκείνου δὲ προνοητέον, ὅπως ἂν διατρίβων ἐπιτρέχειν δοκῇς ἕνεκα τοῦ ἐπαχθοῦς, καὶ μάλιστα ὅταν περὶ σεαυτοῦ λέγῃς. ἔσται δὲ τοῦτο ἐὰν τὰ πολλὰ διάγῃς, καὶ τὰ μὲν παραλείπεινλέγῃς οὐδὲν ἧττον ἐργαζόμενος αὐτά, τὰ δὲ προηγουμένως εἰσάγων.