Ancient Greek · ~3 min
ΠΕΡΙ ΔΙΗΓΗΣΕΩΣ.
Valerius Apsines, Ars rhetorica 3-3
Not analysed yet
Ἐν τοῖς ἐξ ἀποβάσεως ζητήμασιν (ἐξ ἀποβάσεως δὲ λέγω ὅπου ψηφίσματος ἢ νόμου ἢ ἄλλου τινὸς τοιούτου γραφέντος ἢ πραχθέντος τοιοῦτό τι ἀπέβη) ἁρμόσει σοι εἰσάγειν τὴν διήγησιν ἐξ ἀντεξετάσεως, οἷα ἦν τὰ πρότερον καὶ οἷα νῦν συμβέβηκεν, ὡς ἐπʼ ἐκείνου ἔθηκεν ὁ Λεπτίνης τὸν νόμον, οὐ πέμπει τὸν σῖτον ὁ Λεύκων, καὶ κρίνεται ὁ Λεπτίνης ἁρμόσει σοι λέγειν· σκέψασθε τοὺς καιροὺς παρʼ ἀλλήλους θέντες τούς τε πρότερον καὶ τοὺς νῦν. οὐκοῦν πρότερον μὲν καὶ τῇ παρὰ τῶν 5 ἀγαθῶν ἀνδρῶν εὐνοίᾳ καὶ δόξῃ καὶ εὐπορίᾳ καὶ παρασκευῇ τῇ πάσῃ ἡ πόλις εὐθήνει, ὡς μὴ μόνον αὐτῶν ἔχειν τὰ ἐφʼ ἡμέραν, ἀλλὰ καὶ διακόσια τάλαντα,ἃ διῴκησε Καλλισθένης προσπεριγενέσθαι τὰ δὲ νῦν ὁρᾶτε οἷα συμβαίνει διὰ τὸν νόμον. καὶ πάλιν ἐπʼ ἐκείνου Σκύθαι πόλιν ᾤκησαν, καὶ νοσούντων ἀξιοῖ τις ἀφίστασθαι τῆς πόλεως· καὶ γὰρ ἐνταῦθα τῷ κατὰ ἀντεξέτασιν Ἀψίνης ἐχρήσατο.