Ancient Greek · ~2 min
ΠΕΡΙ ΛΥΣΕΩΝ ΑΝΤΙΘΕΣΕΩΝ.
Valerius Apsines, Ars rhetorica 2-4
Not analysed yet
Ἐνίοτε δὲ καὶ τὸ ἑπόμενον τῇ ἀντιθέσει προστίθεται, ἵνα ἀπʼ αὐτοῦ λαβὴν ἔχοντες ῥᾷον λύωμεν, ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος ὁ Δημοσθένης· προειπὼν γὰρ τὴν ἀντίθεσιν, ,,ὡς ὁ τῶν τριηροποιῶν ταμίας ἀποδρὰς ᾤχετʼ ἔχων πέντε ἡμιτάλαντα, εἶτα προστιθεὶς τὸ ἑπόμενον, ,,καὶ τὸ ὅλον πρᾶγμα ἀτύχημα συμβέβηκεν. ἐκ τούτου ἔσχεν ἀφορμὴν τῆς λύσεως. δεῖ δὲ καὶ πιθανὰ εἶναι τὰ λεγόμενα, ἵνα μὴ ἡμεῖς αὐτὰ κακοτεχνοῦντες δοκῶμεν · προσάγειν, ἀλλʼ αὐτὴ ἡ φύσις τῶν πραγμάτων ἐφέλκεσθαι.