Ancient Greek · ~7 min
ΠΕΡΙ ΛΥΣΕΩΝ ΑΝΤΙΘΕΣΕΩΝ.
Valerius Apsines, Ars rhetorica 3-4
Not analysed yet
Ἐνίοτε δὲ καὶ μὴ θέντες ἀντίθεσιν τὰς λύσεις αὐτῆ ς τίθεμεν. τοῦτο δὲ γίνεται, ὅταν ἢ πάνυ βαρύνῃ ἡμᾶς ἡ ἀντίθεσις ἐκ προφανοῦς τεθεῖσα, καὶ δέῃ αὐτὴν προανελεῖν λεληθότως ὡ ἐν τῷ πρώτῳ τῶν Ὀλυνθιακῶν πεποίηκεν ὁ Δημοσθένης. τίς γὰρ ἦν πάνυ βαρύνουσα αὐτὸν ἀντίθεσις; ὅτι ἄπιστοι ἡμῖν Ὀλύνθιοι. τοῦτο τοίνυν μὴ θεὶς ἐκ προφανοῦς λέλυκε λεληθότως· ,,πρὸς δὲ τὰς καταλλαγάς, ἃς ἂν ἐκεῖνος ποιήσαιτʼ ἄσμενος πρὸς 6 Ὀλυνθίους, ἐναντίως ἔχει. καὶ γάρ ἐστι τύραννος Φίλιππος καὶ ὄλεθρος φύσει τοῖς δημοκρατουμένοις, καὶ ὑπὲρ μεγάλων Ὀλυνθίοις ὁ κίνδυνος, εἰ πεισθήσονται. καὶ ἐκ παραδείγματος· καὶ ἴσασιν ἅ τε Ἀμφιπολιτῶν ἐποίησε τοὺς παραδόντας αὐτῷ τὴν πόλιν, καὶ Πυδναίων τοὺς ὑποδεξαμένους. ταῦτα τοίνυν ἐστὶ συστατικὰ τοῦ πιστοὺς μὲν ἡμῖν μένειν, ἀπίστους δὲ τῷ Φιλίππῳ. ὅρα πῶς μὴ θεὶς τὴν ἀντίθεσιν τὰς λύσεις αὐτῆς τέθεικεν. κἀν τῷ ὑπὲρ τοῦ στεφάνου τὰ αὐτὰ πεποίηκεν. τίς γὰρ ἦν ὁ ἀντιτεθεὶς παρʼΑἰσχίνου λόγος; ὅτι οὐδὲ προσήκων ἦν ἡμῖν ὁ πόλεμος, ὦ Δημόσθενες, ἀλλʼ ἐπʼ ἄλλους ᾔει Φίλιππος, σὺ δὲ ἀλλότριον πόλεμον ἐπεσπάσω, τούτου ἦν ἡ λύσις. ὁ δὲ μὴ θεὶς τὴν ἀντίθεσιν τὴν λύσιν αὐτῆς τέθεικεν εἰπών, ,,ἀλλὰ μὴν τὸν τότε συμβάντα ἐν τῇ πόλει θόρυβον. τί γὰρ ἐκ τούτου συνίστατο; ὅτι προσήκων ἡμῖν ὁ πόλεμος, ἐθορυβούμεθα. ἢ οὖν βαρυνούσης ἡμᾶς τῆς ἀντιθέσεως προεισάγομεν τὰς λύσεις, ἢ ὅταν μὴ οὕσης καταστάσεως δέῃ τὰς λύσεις καταστατικῶς ἀλλʼ οὐκ ἀγωνιστικῶς τεθῆναι, ὡς ἐν τῷ δευτέρῳ τῶν Ὀλυνθιακῶν πεποίηκεν ὁ Δημοσθένης· ,,ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, σφόδρʼ ἂν καὐτὸς ἡγούμην φοβερὸν τὸν Φίλιππον εἰ γὰρ ὡς ἀντίθεσιν καὶ λύσιν ἐποίει, οὕτως ἂν εἶπεν, ἀλλὰ νὴ Δία φοβερὸς Φίλιππος, ἢ ἐξ ἀδίκων ηὔξηται· νῦν δὲ καταστατικῶς εἰσήγαγε τὰς λύσεις, διʼ ἣν εἶπον αἰτίαν.