Ancient Greek · ~5 min
ΠΕΡΙ ΠΑΡΑΔΕΙΓΜΑΤΟΣ.
Valerius Apsines, Ars rhetorica 2-6
Not analysed yet
ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ. 8 ἀπὸ δὲ ἀψύχων ὡς παρὰ Δημοσθένει· ,,ὥσπερ γὰρ οἰκίας οἶμαι καὶ πλοίου. τὰ δὲ παραδείγματα ἐκ γεγονότων ἤδη λαμβάνεται προσώπων, ὡς παρὰ Δημοσθένει ,,λέγεται κατὰ τὴν παλαιὰν ἐκείνην εὐδαιμονίαν Ἀλκιβιάδης γενέσθαι. · πᾶν παράδειγμα ἔχει μὲν τὴν ὕλην ἐκ τῶν γεγονότων, λαμβάνεται δὲ ἢ ἐξ οἰκείων ἢ ἐξ ἀλλοτρίων. τὰ μὲν ἐξ οἰκείων ἀγωνιστικώτερα καὶ προσεχέστερα, καὶ τοῦτο χρὴ ἐπισημαίνεσθαι, ὡς παρὰ Δημοσθένει· ,,οὐ γὰρ ἀλλοτρίοις ἀλλʼ οἰκείοις ἡμῖν χρωμένοις παραδείγμασιν εὐδαίμοσιν ἔξεστι γενέσθαι. · τὰ δὲ ἀπʼ ἀλλοτρίων προσώπων λαμβανόμενα ἔστι μὲν οὐχ ὁμοίως προσεχῆ, δεῖ δὲ αὐτὰ ὅμως μὴ ἀπηρτῆσθαι. χρήσιμοι δʼ ἐπʼ αὐτῶν καὶ αἰ προπαραιτήσεις, ὡς ἐπ᾿ ἐκείνου ὁ Δημοσθένης· ,,βούλομαι δʼὑμῖν ἐν Λοκροῖς ὡς νομοθετοῦσι, διηγήσασθαι οὐδὲν γὰρ χείρους ἔσεσθε παράδειγμά τι ἀκηκοότες, ἄλλως τε καὶ ᾧ πόλις εὐνομουμένη χρῆται. “εἰ μὲν οὖν ἀπʼ ἀλλοτρίου προσώπου ἀδόξου δὲ γίνοιτο, χρὴ κατʼ ἐπιτίμησιν αὐτὸ εἰσάγειν· οἷον ,,αἰσχύνομαι μὰ τοὺς θεοὺς εἰ Μεγαρεῖς τόδε ἔπραξαν, ὑμεῖς δὲ ὄντες Ἀθηναῖοι μὴ πράξετε. “εἰ δὲ ἀπʼ ἐνδόξου, οὕτω· ,,καλὸν δʼ ὑμῖν ζηλῶσαι τοὺς ἄνδρας καὶ τὰ ἐκείνων, ἔστι δὲ ταῦτα. χρὴ δὲ τὰ παραδείγματα γνώριμα εἶναι καὶ σαφῆ, καὶ μὴ πάνυ ἀρχαῖα μηδὲ μυθώδη, συνᾴδοντα δὲ τοῖς ὑποκειμένοις καὶ μὴ ἀπομηκύνεσθαι ἄγαν, εἰ μὴ ἀπὸ μεγάλων εἴη τὸ παράδειγμα, ὁποῖον τὸ περὶ Ἀλκιβιάδου ἐν τῷ κατὰ Μειδίου.