Ancient Greek · ~3 min
ΠΕΡΙ ΠΑΡΑΔΕΙΓΜΑΤΟΣ.
Valerius Apsines, Ars rhetorica 3-6
Not analysed yet
Χρεία δὲ ἐν προοιμίοις μὲν οὐ πάνυ τι παραδείγματος, ἐν δὲ τῷ ἄλλῳ λόγῳ, καὶ ἤτοι προτάττομεν τούς λογισμοὺς τῶν παραδειγμάτων ἢ ἐπάγομεν· ἔστι δὲ ἰσχυρότατον ἐν λόγῳ τὸ παράδειγμα· λαμβάνεται δʼ ἀπὸ τεσσάρων, ἀπὸ ὁμοίου, ἀπʼ ἐναντίου, ἀπὸ μείζονος, ἀπʼ 8 ἐλάττονος. ἀπὸ ὁμοίου μέν, οἷον δίκην εἰσπράξασθε παῤ αὐτοῦ. καὶ γὰρ ὁ δεῖνα πρότερον τὰ ἴσα ἀδικήσας δἴκην ἔδωκεν. ἀπὸ ἐναντίου δὲ οὕτω· συμφέρει σῶσαι τούσδε καὶ γὰρ τοῖσδε μὴ βοηθήσαντες ἐβλάβητε. ἀπὸ δὲ μείζονος· οὐκ ἄξιος οὗτος τυχεῖν τῆς τιμῆς ταύτης· ὁ δεῖνα γὰρ καὶ μείζονα εὐεργετήσας οὐκ ἔτυχεν τηλικαύτης τιμῆς. ἔξιτε ἐπὶ τὸν πόλεμον, καὶ γὰρ οἱ πρόγονοι ὑμῶν μείζους κινδύνους ὑπέστησαν. ἀπὸ δὲ ἐλάττονος· ἀποκτείνατε τοῦτον, καὶ γὰρ οἱ πρόγονοι ὑμῶν ἐλάττω ἠδικηκότα τὸν δεῖνα ἀπέκτειναν. ἀπὸ ἐλαττόνων προσώπων, οἷον οἱ δεῖνες ἀσθενέστεροι ὄντες ὑμῶν τάδε ἔπραξαν.