Ancient Greek · ~5 min
Chapter 2
Valerius Apsines, Ars rhetorica 2.1
Not analysed yet
2 Ἕπεται τούτῳ ἑξῆς ὁλοκλήρως περὶ ἀντιπιπτόντων εἰπεῖν ἐπὶ πλέον διεξελθόντα, ἢ τοῖς πρὸ ἡμῶν περὶ αὐτῶν λέλεκται. ἀντιπίπτοντα τοίνυν ἐστὶ τὰ μὲν ἐξ ἀντιθέσεως τῶν παρὰ τοῦ ἀντιδίκου, ἃ τοῖς κεφαλαίοις φυλακτέον, τὰ δὲ ἐξ ἐννοίας τῶν ἀκουόντων, ἁ ἐν τοῖς προοιμίοις θεραπευτέον. ἀντιπίπτει δὲ τὰ μὲν ἐκ προσώπου, τὰ δὲ ἐκ πράγματος, τὰ δὲ ἐξ αἰτίας. τὰ μὲν οὖν ἐκ προσώπου τριχῆ λαμβάνεται, ὅταν πρὸς ἔνδοξον πρόσωπον, ἢ κατὰ ἐνδόξου προσώπου λέγῃς, στρατηγοῦ δημαγωγοῦ, ἢ κατὰ πόλεως ἐνδόξου πολλὰ δὲ τοιαῦτα ὁμογενῆ προβλήματα. ἢ ὅταν πρὸς πρόσωπον λέγῃς οἰκειότατα ἔχον πρὸς σέ, οἷον μητέρα ἀδελφούς πατέρα ἢ ἄλλον τινὰ τῶν πρὸς γένους ἢ φιλίας, ἢ ὅταν αὐτὸς ὢν νέος εἰς δικαστήρια εἰσίῃς ἐπὶ τῷ συμβουλεύειν πρὸ τῶν 2 ἄλλων, καὶ δοκῇς πέρα τῆς ἡλικίας θρασύνεσθαι, ἢ τῶν μὴ σφόδρα πιστευομένων περὶ μεγάλων πραγμάτων εἰσίῃς. ἐν γὰρ τούτοις δεῖ σε τὴν παρὰ τῶν ἀκουόντων ἔννοιαν ἀντιπίπτουσανε ἀεὶ διοικεῖσθαι ἐν προοιμίοις ἢ αἰτίας εὐλόγους λέγοντα, δι’ ἃς καίπερ νέος ὢν εἰσῆλθες· ἢ ἀκούσιον τὸν ἀγῶνα λέγοντα, ἐὰν πρὸς ἔνδοξα πρόσωπα εἰσίῃς· ἀναγκαῖον δὲ ἐν τῷ ὑπὲρ μεγάλων τὸν ἀγῶνα εἶναι, ἢ δυσχεραίνοντα ἐπʼ αὐτῷ τούτῳ τῷ εἰς ἀνάγκην ἀγῶνος ἥκειν, ἐὰν πρὸς συγγενεῖς ἢ φίλους ὄντας πρότερον εἰσίῃς.