Ancient Greek · ~3 min
Chapter 2
Valerius Apsines, Ars rhetorica 2.2
Not analysed yet
Γίγνεται δὲ ἐκ πράγματος προοίμιον ἀντιπῖπτον, ἢ ὅταν περὶ μικρῶν δοκῇς σπουδάζειν, ὡς ἐν τῷ πρὸς Βοιωτὸν περὶ τοῦ ὀνόματος· ἢ ὅταν ἀτοπίαν ἔχειν δόξῃ, ὃ μέλλεις λέγειν, καὶ οὐκ ἄν ἑτοίμως πρόσοιντο αὐτὸ οἱ ἀκούοντες, ὡς ἐπʼ ἐκείνου, ὁ Θεμιστοκλῆς ἀξιοῖ δῃῶσαι τὴν πόλιν ἐκλιπόντων τῶν Ἀθηναίων αὐτήν· αὐτὸ γὰρ τὸ πρᾶγμα ὁ παρῄνει ἄτοπονεἶναι δοκεῖ ἢ ὅταν ἐπαχθές τι δοκῇς λέγειν, ὡς ὁ ἀναιρεῖν νόμον γράφων, ἢ ὅταν παράδοξόν τι δοκῇς λέγειν, ὡς ὁ συμβουλεύων πλεῦσαι βασιλεῖ διὰ τοῦ Ἄθω δοκεῖ γὰρ παράδοξον εἶναι καὶ παρὰ τὴν ὑπόνοιαν τῶν πολλῶν ἢ ὅταν ἀηδές τι δοκῇς λέγειν, καὶ οὐ κεχαρισμένον τοῖς ἀκούουσιν, ὡς ὁ γράφων παῦσαι τὰς διανομὰς ἐπιλειπουσῶν τῶν τεχνῶν, καὶ ὅσα τοιαῦτα ὁμογενῆ.