Ancient Greek · ~6 min
2.10 to 2.14
Valerius Apsines, Ars rhetorica 2.10-14
Not analysed yet
Ἐν ἐκείνοις τοῖς προβλήμασιν, ἐν οἷς ἀτόπου τινὸς συμβαίνοντος εἰσηγούμεθά τι, ἁρμόσει τὸ ἐξ εὐχῆς θεώρημα, οἷον εἰ λέγοις, ηὐξάμην ἄν μήτε τι τῶν τοιούτων γενέσθαι, μήτε ἐμὲ ἐπὶ τούτοις τοῖς προγεγενημένοις σύμβουλον παριέναι, ὡς ἐπʼ ἐκείνου· μετὰ Χαιρώνειαν ἤδῃ γράφει Ὑπερίδης τούς ἀτίμους ἐπιτίμους ποιεῖν. Ἐν ἐκείνοις τοῖς προβλήμασιν, ἐν οἷς φαμὲν 2 θεοὺς προσημαίνειν τι, ἁρμόσει τὸ θεώρημα τὸ ἐξ ἐνδόξου κρίσεως, οἷον, ἱκανῶς μὲν καὶ πρὸ ἡμῶν τὸ ὅ τι χρὴ πράττειν οἱ κρείττους σύμβουλοι προὔφηναν, ὡς ἐπʼ ἐκείνου· ἔδει τοὺς ἀριστέας διαμονομαχεῖν δύο ἀδελφῶν μονομαχούντων ἔδυ ὁ ἥλιος, καὶ γράφει τις λῦσαι τὸν νόμον. Ἄλλο. εὐχῇ χρηστέον, ὅταν ᾗ ἱερατικὸν τὸ πρόσωπον ὁ λέγων ἢ ὑπὲρ ἱερωσύνης, ἢ ἡ πόλις ἱερά, οἷον ἡ Δελφῶν ἢ Δηλίων, ὥσπερ Ἀριστείδης ἐποίησεν ἐν προοιμίοις, ἢ περὶ πανηγύρεως θεοῦ ᾖ ὁ λόγος· οἷον ἐπιόντος πολέμου ἔφη τις ἀναβάλλεσθαι τὰ Ὀλύμπια, ἀντιλέγει τις. Ἄλλο. Ὁπόταν δʼ ἐν τῷ καλουμένῳ χρώματι μέλλῃς λέγειν, ὅτι καλῶς διὰ φιλανθρωπίαν ἢ διʼ ἄλλην τινὰ καλὴν αἰτίαν ἐποίησας τοῦτο ἐφʼ ᾧ κρίνῃ,ἁρμόσει σοι τὸ ἐκ βαρύτητος θεώρημα ἐξ ἀπολογίας, οἷον εἰ λέγοις, ᾤμην μὲν ἔγωγε αὐτὸ τοὐναντίον δόξαν χρηστὴν καὶ καλὴν ἀποίσεσθαι ἐφʼ οἷς ἔδρασα, ὡς ἐπὶ τοῦ θάπτοντος τὸ νεοσφαγὲς σῶμα. Ἄλλο. Ἐν πᾶσι τοῖς ἀντεγκληματικοῖς ἁρμόσει σοι τὸ ἐκ βαρύτητος θεώρημα ἐξ ἀπολογίας, οἷον εἰ λέγοις, ᾤμην μὲν ἔγωγε καὶ τοὺς συναχθεσθησομένους ἐμοὶ γεγενῆσθαι, καὶ οἴκτου πλέον ἢ ὀργῆς ἀξιώσεσθαι, οἷον ὡς ἐπʼ ἐκείνου· ἀριστεύς πορνεύοντα τὸν υἱὸν ἀνεῖλε καὶ κρίνεται.