Ancient Greek · ~5 min
Chapter 2
Valerius Apsines, Ars rhetorica 2.9
Not analysed yet
Ἄλλο. Ἐν ἐκείνοις δὲ τοῖς προβλήμασιν, ἐν οἷς δοκοῦμέν τι ὑπὲρ αὑτῶν σπουδάζειν, καὶ τοῦ ἰδίου ἕνεκα συμφέροντος εἰσηγεῖσθαί τι, καὶ τὸ τῆς πόλεως συμφέρον συμπλέκειν ἄξιον· εἰ δέ γε ἔνδοξον εἴη τὸ πρόσωπον τὸ λέγον, λέξει ὅτι εἰ μὲν ἑώρων, ὑπὲρ ἐμαυτοῦ μόνου ὂν τὸ σκέμμα, ἐσιώπων ἄν, ἐπεὶ δὲ καὶ τῆς πόλεως. οἷον ὡς ἐπʼ ἐκείνου τὸν Περικλέα αἰτοῦσιν οἱ Λακεδαιμόνιοι ἐπὶ ὑποσχέσει εἰρήνης, αὐτὸς ἀντιλέγει. ὅταν ἔν τινι δυσκολίᾳ καιροῦγράφῃς τινὰς ἐπανορθώσεις, ἁρμόσει τὸ ἐξ ἀτόπου προτάσεως θεώρημα· οἷον εἰ μὲν ἐξαρκεῖ τὸ ἀνιᾶσθαι ἢ ἀλγεῖν ἐπὶ τοῖς συμβεβηκόσιν εἰς παραμυθίαν ὧν πὰσχομεν, ἐμοὶ μὲν οὐ συνδοκοῦν, χρῆσθε δὲ ὅ τι καὶ δοκεῖ· εἰ δ’ ὅπως ἐπανορθωθήσεται δεῖ σκοπεῖν, οἷον ὡς ἐπʼ ἐκείνου· τοῖς νοσοῦσι Σκύθαις συμβουλεύει τις μεθίστασθαι. ἢ πάλιν, κατατρεχομένης τῆς Χερρονήσου γράφει ὁ Δημοσθένης διορύξαι τὸν Ἰσθμόν,ὁ δὲ ἀντιλέγων τοῖς τοιούτοις πῆ μὲν συνδραμεῖται ἐν προοιμίοις πῆ δὲ οὔ ὅτι μὲν γὰρ δεῖ ἐπανορθοῦσθαι τὰ συμβαίνοντα καὶ αὐτὸς φήσει εἰδέναι, οὐ μὴν διὰ τοῦ τρόπου οὗ ὑφηγεῖται ἢ ἐκεῖνο τὸ θεώρημα· οὐκ ἔστι χαλεπώτερον οὐδέν, ἢ ὅταν τις παριῇ μὲν ὡς ἐπανορθωσόμενός τι τῶν κοινῶν, χείρω δὲ τὰ κοινὰ ποιῇ. ἄλλο τοῦτο σφοδρότερον.