Ancient Greek · ~5 min
Chapter 2
Valerius Apsines, Ars rhetorica 2.15
Not analysed yet
Ἄλλο. Ἐν ταῖς συνηγορίαις ἄξιον ὁρᾶν ὑπὲρ ὧν λέγομεν, οἷον ἢ ὑπὲρ συγγενῶν, ὡς ὁ Λυσίας πολλαχοῦ, οἰκειότατον ἐμαυτῷ νομίζω βοηθεῖν ἢ ὑπὲρ φίλων, ὡς ἐν τῷ Ἀμαρτύρῳ Ἰσοκράτης. ἐν δὲ ταῖς τῶν ἀλλοτρίων προσώπων συνηγορίαις σκοπεῖν χρὴ εἰ ἔνδοξα εἴη ἢ ἄδοξα, καὶ εἰ μὲν ἔνδοξα εἴη, συντρέχειν τῷ καὶ ὑπὲρ 2 τούτων σπουδάζειν· εἰ δὲ ἄδοξα, συμπλέκειν αὐτὰ τοῖς ἐνδόξοις. ὅταν ἄδοξον τὸ ὑποκείμενον πρόσωπον ἢ τὸ ἀντιλέγον, τὸ ἐκ ποιότητος καταφορικὸν ἁρμόσει σοι, οἷον, οὐκ ἦν αὐτάρκη τούτῳ τὰ πρότερον τετολμημένα· ἢ οὕτως, εἴη μὲν ἂν ἔν τι καὶ τοῦτο τῆς τούτου πονηρίας. ἢ οὕτω θαυμαστὸν μὲν οὐδὲν τὸ τοιοῦτον ὄντα τοιαῦτα τετολμηκέναι. ἐν δὲ ταῖς ἀμφισβητήσεσι καὶ τοῖς ἀμφισβητηματικοῖς δεῖ ὁρᾶν τὰ διάφορα, οἷον εἰ πράγματι ἢ καιρῷ ἢ προσώπῳ ἢ τρόπῳ διαλλάττοι καὶ ἐκ τούτου λαμβάνειν τὰ προοίμια. ἐὰν δέ ποτε ἀναγκασθῇς κοινὸν προοίμιον εἰπεῖν, τὴν κατασκευὴν αὐτοῦ ἰδίαν πρόσαγε, οἷον πἐρὶ μεγάλων ἥκομεν· καὶ ἡ κατασκευὴ ἰδία προσετέθη ὡς ἐν τῷ περὶ εἰρήνης Ἰσοκράτους· ὅπου γὰρ περὶ πολέμου καὶ εἰρήνης, μεγάλα. κάλλιστον δὲ καὶ ἐν τούτοις τὸ τῆς μεθόδου, εἰ μεθοδεύοιμεν αὐτὰ ἐπισημαινόμενοι, εἰ καὶ πᾶσιν εἰωθὼς ὁ λόγος εἴη.