Ancient Greek · ~2 min
Chapter 2
Valerius Apsines, Ars rhetorica 2.3
Not analysed yet
Γίνεται δὲ ἀντιπῖπτον καὶ ἀπὸ αἰτίας, ὅταν οἱ ἀκούοντες ὑποπτεύωσι τὴν αἰτίαν, διʼ ἣν ἐπὶ τὴν κατηγορίαν ἥκεις,οἷον ὅταν πρὸς ἔχθραν τινῶν ἢ χάριν ἢ ὀργὴν δοκῇς λέγειν, ἢ ὅταν ὑπὲρ ἑαυτοῦ δοκῇς σπουδάζειν, ἀλλὰ μὴ τοῦ κοινῇ συμφέροντος, ὡς ἐπʼ ἐκείνου· ἐξαιτοῦντος Φιλίππου τὸν Δημοσθένην μετὰ Χαιρώνειαν, αὐτὸς Δημοσθένης ἐνίσταται. δοκεῖ γὰρ ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας, 2 ἀλλʼ οὐχὶ τοῦ κοινῇ συμφέροντος σπουδάζειν τοῦτο οὖν παντάπασιν ἀναιρήσει τὸ δοκεῖν ὑπὲρ ἑαυτοῦ σπουδάζειν, ἢ συντρέχων τῷ καὶ ὑπὲρ αὑτοῦ σπουδάζειν τὸ τῆς πόλεως συμπλέξει.