Ancient Greek · ~7 min
ΠΕΡΙ ΕΠΙΛΟΓΟΥ.
Valerius Apsines, Ars rhetorica 20
Not analysed yet
Κινεῖ δὲ ἔλεον καὶ τὰ ἀπρεπῆ καὶ τὰ αἰσχρά, καὶ οἶς ἂν ὄνειδος προσῇ περί τινων λεγόμενα, ἐπειδὴ νῦν αὐτῶν κίνδυνος καὶ παθεῖν, ὡς Ὅμηρος περὶ τῆς Ἀνδρομάχης καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις. καὶ τὰ ἑξῆς ἅπαντα ὑπὸ τοῦ Ἕκτορος εἰρημένα τὸν ἔλεον τὸν τῆς Ἀνδρομάχης κινεῖ. ἀλλὰ καὶ ἡ Ἀνδρομάχη τὰ παρακολουθοῦντα τῇ ὀρφανίᾳ περὶ τοῦ παιδὸς λέγουσα τοῦ ἑαυτῆς καὶ αὐτὴ τὸν ἔλεον κινεῖ, ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος καὶ τῶν δʼ ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε καὶ χείλεα μέντʼ ἐδίηνε καὶ δακρυόεις δέ τʼ ἄνεισι πάϊς ἐς μητέραχήρην. ἐν πολιτικῷ δὲ ζητήματι ἀπὸ τῶν ἀπρεπῶν οὕτως ἔλεον κινήσομεν, οἷον πλούσιος ἐχθροῦ πένητος παῖδα ἀριστεὺς πρὸς ἀναίρεσιν ᾔτησεν,ἔδωκεν ἡ πόλις, εὐθὺς αὐτὸν ὁ πατὴρ ἀναιρεῖσθαι βούλεται. ἐνταῦθα ἀπὸ τῶν αἰσχρῶν καὶ τῶν ἀπρεπῶν ἔλεον ὁ πένης κινήσει, ἥξεις πρὸς τὸν πλούσιον, παιδίον, καὶ οὗτος ἔσται σου κύριος, ἐξουσίαν ἀνελεῖν ἔχων· πῶς οὖν σοι χρήσεται νέῳ ὄντι καὶ ὥραν ἔχοντι ; τὰ ὑπὸ τῶν νόμων ἀπειρημένα ποιήσει μετʼ ἐξουσίας, ἃ καὶ τούς παθόντας οἱ νόμοι κωλύουσι δημηγορεῖν, ἐπεὶ τῶν αἰσχρῶν καὶ τῶν ἀπρεπῶν ἕκαστον ἔλεον κινήσει. ἀλλὰ καὶ ὁ Ἀγαμέμνων ἔλεον ἐκίνησεν ἐπὶ τοῦ Μενελάου τετρωμένου ἔκ τινος τῶν τοῖς Ἕλλησιν αἰσχύνην φερόντων καί κέ τις ὧδʼ ἐρέει Τρώωνὑπερηνορεόντων τύμβῳ ἐπιθρώσκων Μενελάου κυδαλίμοιο, καὶ τὰ ἑξῆς. δύναται τοίνυν τούτοις ὁμοίως ὁ πένης ἐπὶ τοῦ παιδὸς ἔλεον κινῆσαι· οὐ γὰρ μόνον ἅ τις πείσεται ὄντα αἰσχρὰ λέγειν χρή, ἀλλὰ καὶ τί περὶ αὐτῶν ἐροῦσιν ἕτεροί τινες· τίνα τοίνυν ἐρεῖ ὑμῶν αὐτῶν ἕκαστος; οὐ ταῦτα δή, τὴν ὕβριν, τὴν αἰσχύνην τοῦ σώματος, τὰ ὄνειδος ἡμῖν ἀμφοτέροις φέροντα; ἐπὶ ταῦτα οὖν αὐτὸν δώσετε;