Ancient Greek · ~4 min
ΠΕΡΙ ΕΠΙΛΟΓΟΥ.
Valerius Apsines, Ars rhetorica 21
Not analysed yet
Τὰ μέντοι δεινὰ τὰ συμβεβηκότα τισὶν ἤ συμβησόμενα οὐ δεῖ κεφαλαιωδῶς ἐκτίθεσθαι· ἡ γὰρ ἀθρόα τούτων δήλωσις ἔκπληξιν ἔχει μᾶλλον τῶν ἀκουόντων αὐτά, ἢ ἔλεον τῶν πεπονθότων. παράδειγμα τὸ Αἰσχίνου ἀθρόας δηλώσεως κακῶν τὸ περὶ τῶν Θηβαίων εἰρημένον· ,,Θῆβαι δὲ Θῆβαι πόλις ἀστυγείτων μεθʼ ἡμέραν ἐκ μέσης τῆς Ἑλλάδος ἀνήρπασται ἀλλʼ οὐχ ὁ Δείναρχος, ἀλλʼ ἐπὶ τὸν αὐτὸν ἐλθών τόπον καὶ ἄλλα μὲν εἶπε δεινὰ διʼ ὧν τὸν ἔλεον ἐκίνησε, καὶ μέντοι γε καὶ τὴν ἰσχυρὰν ἐρημίαν τῶν Θηβαίων παραστῆσαι βουλόμενος εἶπε· ,,περιπέτονται δὲ τὸ τῶν ταλαιπώρων Θηβαίων ἄστυ χελιδόνες. ὡς δὲ τὸ ἀθρόως λέγειν τὰς τινῶν συμφορὰς ὀξὺ ἄκουσμα ὄν ἀλλοτρίως ἔχει πρὸς τὸν ἔλεον, οὕτως ἐπακριβὲς πάντα ἐπεξιέναι πειρᾶσθαι καὶ καταβάλλει τὸν ἔλεον· τὴν μέσην οὖν βαδίζειν δεῖ, ὡς Ὅμηρος, ἄνδρας μὲν κτείνουσι, πόλιν θέ τε πῦρ ἀμαθύνει, τέκνα δέ τ’ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας, ἀπὸ τῶν ἐνεχομένων ἁλώσει πόλεως τὸν ἔλεον ἐκίνησεν, ὧν ἐκινδύνευσεν ἡ πόλις παθεῖν εἰ δὲ δὴ πάντα διεξῄει τὰ παρακολουθοῦντα πόλεως ἁλώσει, γελοῖος ἄν ἦν καὶ μικροπρεπής.