Ancient Greek · ~2 min
ΠΕΡΙ ΕΠΙΛΟΓΟΥ.
Valerius Apsines, Ars rhetorica 26
Not analysed yet
Κινεῖ δʼ ἔλεον καὶ τὸ δέον γενέσθαι οὐ γεγενημένον, γενόμενον δὲ ὅπερ οὐκ ἔδει γενέσθαι, οἷον εἰ πατὴρ ὑπὲρ παιδὸς εἰσίοι δίκην ἀνῃρημένου, τὸ δέον γενέσθαι λέγων, δεικνύς αὐτὸ μὴ γεγενημένον, ἔλεον κινήσει, οἷον, ὃν ἔδει περιόντα μου καὶ γηροκόμον εἶναι καὶ θεραπευτήν, καὶ ὃν εἰκὸς ἀποθανόντα με περιστεῖλαι, καὶ τῶν νενομισμένων ἀξιῶσαι, οὗτος μὲν οἴχεται καὶ τέθνηκεν. ἐγὼ δὲ αὐτὸν προὐθέμην καὶ τῶν νενομισμένων ἠξίωσα τὸν νέον ὁ τηλικοῦτος, ὁ πατὴρ τὸν υἱόν.