Ancient Greek · ~3 min
ΠΕΡΙ ΕΠΙΛΟΓΟΥ.
Valerius Apsines, Ars rhetorica 27
Not analysed yet
Κινεῖ δʼ ἔλεον καὶ λόγος τις γινόμενος πρὸς κτήματα τοῦ τεθνεῶτος, ὡς ὁ Κτησίας πεποίηκε τὴν τοῦ Κύρου μητέρα περὶ τῶν ἵππων αὐτοῦ καὶ τῶν κυνῶν καὶ τῶν ὅπλων διαλεγομένην, καὶ ἀπὸ τούτων οἶκτον κεκίνηκε. δύναται δὲ καὶ ἐν δίκῃ πατὴρ υἱοῦ τεθνεῶτος ἀπʼ εἰκόνος ἔλεον αὐτοῦ κινεῖν, χλαμύδος διαβολάς. καὶ ἡ Ἠλέκτρα ἐν τῷ Ὀρέστῃ θεασαμένη τὴν ὑδρίαν ἐν ᾗ πλαστῶς κεκομισμένα ὀστέα αὐτοῦ, διαλέγεται μὲν πρὸς αὐτήν, κινεῖ δὲ ἔλεον· φησὶ γοῦν ὦ φιλτάτου μνημεῖον ἀνθρώπων ἐμοὶ ψυχῆς Ὀρέστου λοιπόν. ἔπειτατούτοις συνάπτει τὸν παρʼ ἐλπίδας τόπον καλούμενον καὶ αὐτὸν ἔλεον κινεῖν δυνάμενον· φησὶ γὰρ κοίτης μικρὸς ἐν μικρῷ, καὶ ἐπιτίμησιν αὐτῷ συνέπλεξεν, ὥσπερ μήποτε ὤφελε, φησίν, ἀλλὰ πρότερον τεθνήκειν· ἔπειθʼ ἃ ἔδει τεθνεῶτος αὐτοῦ γεγονέναι ὡς οὐ γεγονότα διέξεισιν· οὐ γὰρ ἔθαψά σε φησὶν οὐδὲ περιέστειλα.