Ancient Greek
ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΚΕΦΑΛΛΙΩΝ ΚΑΤΑΣΚΕΥΗΣ.
Valerius Apsines, Ars rhetorica 3-7
Not analysed yet
Διαβάλλεται δὲ νόμος ἀπὸ τῶν ἐναντίων, ὅτι καινός, ὅτι οὐκ ἀξιόπιστος ὁ γράψας ἢ τὸ πρᾶγμα ὃ διαγορεύει 11 οὐκ ἀνεκτόν, ἢ ὅτι ταῖς δόξαις πάντων μάχεται, ὅτι διάνοια τοῦ γράψαντος μοχθηρά, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους. εἰ δὲ τὸν νόμον μὴ διαβάλλοις, φαίης δὲ οὐ δυνατὸν εἶναι αὐτῷ ἐν τῷ παρόντι χρῆσθαι, ἢ ἐκ διανοίας αὐτὸν ἐξετάσεις, ὅτι οὐκ ἐπὶ τούτοις γέγραπται, κατ᾿ ἀντιπαράστασιν κεφαλαίων. εἰ δὲ καὶ ξενικῷ νόμῳ χρῷο, προσυστήσας τὸ πρόσωπον εἰσάξεις, ὡς Δημοσθένης ἐν τῷ Λοκρικῷ νόμῳ.