Ancient Greek · ~3 min
ΠΕΡΙ ΕΠΙΛΟΓΟΥ.
Valerius Apsines, Ars rhetorica 31
Not analysed yet
Κινήσομεν δὲ ἔλεον κἂν ὑποδεικνύωμεν πάθος τὸ συμβεβηκὸς περί τινας τῶν οἰκείων τοῦ κρινομένου ἢ τοῦ τεθνεῶτος Ὑπερείδης ἐν τῷ κατὰ Ἀρχεστράτου ἐπέξεισι γὰρ τὰ συμβεβηκότα τῇ τοῦ Ὀνείδου μητρί, καὶ Λυσίας ἐν τῷ ὑπὲρ Ἀχιλλείδου τὸ πάθος τὸ τῇ ἀδελφῇ συμβὰν αὐτοῦ λέγει γάρ, ὡς ἀκρατὴς λύπης γενηθεῖσα. αὐτὴν ἀπέκτεινε. κεκίνηκε τοῦτον τὸν λόγον καὶ ὁ Αἰσχίνης ἐν τῇ ἀπολογίᾳ ἀπὸ τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ ἐλεεινούς αὐτούς εἰπών αὐτῷ προσφαίνεσθαι. ὑπάρχει δὲ ἐν τοῖς ἀληθινοῖς ἀγῶσι καὶ περὶ μητρός τι λέγειν τοῦ κρινομένου καὶ περὶ πατρὸς καὶ τῶν ἄλλων τῶν παρόντων ὑπογράφοντας ἐναργῶς τὰ περὶ αὐτοὺς ὄντα πάθη λόγῳ, πῶς τέ εἰσιν ἱστάμενοι, καὶ πῶς δεδοίκασι, καὶ πῶς ὁ φόβος αὐτοὺς ἐξίστησι.