Ancient Greek · ~4 min
ΠΕΡΙ ΕΠΙΛΟΓΟΥ.
Valerius Apsines, Ars rhetorica 32
Not analysed yet
Κινεῖ δὲ ἔλεον καὶ τὰ ὑπὸ τῶν ἀτυχούντων ἢ λεγόμενα ἢ πραττόμενα δηλούμενα, ὥς πού τις τῶν παλαιῶν τῶν Θηβῶν ἁλουσῶν ἔλεον κεκίνηκε τὰ ὑπὸ τῶν ἀγομένων εἰς τὴν αἰχμαλωσίαν Θηβαίων πεπραγμένα διεξιών, τούς μετὰ βίας ἀγομένους ἀπὸ ἱερῶν,ἀπὸ ἀναθημάτων, ἐγκολπιζομένους τὴν γῆν τὴν πατρῴαν ἐναργῶς ὑπὸ τὴν ὄψιν ἄγων τοῖς ἀκούουσι· καὶ ἐπʼ Ὀλυνθίων ἢ Φωκέων ἤ τινων ἄλλων ἔχοι τις ἄν λέγειν. καὶ ἐκ τῆς διαθέσεως τῶν ἀτυχούντων ἔλεόν ἐστι κινεῖν, ὡς Εὐριπίδης τὴν Κλυταιμνήστραν ἔλεον εἰσάγει κινοῦσαν αὐτὴν μετὰ τὸν τῆς Ἰφιγενείας θάνατον, τίνʼ ἐν δόμοις με καρδίαν ἕξειν δοκεῖς, ὅταν δόμους μὲν τούσδε προσίδω κενούς, κενοὺς δὲ παρθενῶνας; καὶ τὰ ἑξῆς ἐπὶ τούτοις. καὶ πένητα δὲ ἐκ τῶν περὶ αὐτὸν γενησομένων παθῶν, εἰ μὴ δημηγορήσει διὰ τὸν πλούσιον, ἐστὶ κινῆσαι τὸν ἔλεον· εἰ γὰρ τοῦτον δημηγοροῦντα βλέποιμι αὐτὸς τούτου τυχεῖν μὴ δυνάμενος, τίνα με ψυχὴν ἔχειν δοκεῖτε τηνικαῦτα; λέγει παράνομα, σιωπῶ· καταλύει τοὺς νόμους, οὐ φθέγξομαι. ἐκ τούτων ἔλεον κινήσει καὶ τῶν ἄλλων ἐπιών ἕκαστον τῶν τούτοις ὁμοίων.