Ancient Greek · ~2 min
ΠΕΡΙ ΛΥΣΕΩΝ ΑΝΤΙΘΕΣΕΩΝ.
Valerius Apsines, Ars rhetorica 4-3
Not analysed yet
Ἐνίοτε δὲ καὶ ἡ μία ἀντίθεσις πλεονάκις εἰσάγεται,ὡς ἐν τῷ πρὸς Λεπτίνην· τίς γὰρ ἦν ἀντίθεσις, ὅτι ἀνάξιοί τινές εἰσι τῆς ἀτελείας. τοῦτο πολλάκις εἰσήγαγεν. ,,ἔστι δὲ τοῦτο δῆλον ὅτι Λεπτίνης δίκαιον μὲν οὐδὲν ἐρεῖ, φήσει δʼἀναξίους τινὰς εἶναι καὶ πάλιν· ,,νὴ Δία ἀνάξιοι γάρ τινές εἰσι, καὶ πάλιν ,,εἶτʼ ἐπισύροντες ἐροῦσιν ὡς Μεγαρεῖς 6 καὶ Μεσσήνιοί τινες ἀτελεῖς εἰσὶν ἀθρόοι καὶ παμπληθεῖς καὶ δοῦλοι καὶ μαστιγίαι. “