Ancient Greek
ΠΕΡΙ ΠΡΟΚΑΤΑΣΤΑΣΕΩΣ.
Valerius Apsines, Ars rhetorica 6
Not analysed yet
Ἐκ προσυστάσεως δὲποιησόμεθα κατάστασιν, ὁπόταν μὴ τῷ πρώτῳ κεφαλαίῳ εὐθὺς ἐπιβῶμεν, ἀλλὰ προσυνιστῶμεν αὐτὸ ὡς ἀναγκαῖον ἐν πρώτοις τεθῆναι, καὶ εἰς 4 τὰ μέγιστα διάφορον, οἷον ὅταν νόμιμον ἢ ἄλλο τι μέλλῃς ἐξετάζειν κεφάλαιον πρῶτον, εἶτα μὴ ἔχῃς ἄλλην κατάστασιν μηδὲ διήγησιν, καὶ εἰ βουληθείης τὸ κεφάλαιον προεπισημήνασθαι. γίνεται μὲν γὰρ καὶ διηγήσεως οὔσης προσύστασις κεφαλαίου, ὅταν ἰσχυρόν· γίνεται δὲ καὶ μὴ οὔσης μήτε διηγήσεως μήτε καταστάσεως, οἷον εἰ κατάστασις, ὃ τοίνυν μάλιστα τὸν τῶν ἀνθρώπων συνέχει βίον.