Ancient Greek
6 to 7
Valerius Apsines, Ars rhetorica 6-4-7
Not analysed yet
Γίνεται δὲ λύσις καὶ ἐκ διαφορὰς· οἷον ἐν τῷ πρὸς Λεπτίνην, Λακεδαιμόνιοι, φησί, καὶ Θηβαῖοι οὐδένα τιμῶσι. τούτου ἐκ διαφορᾶς ἡ λύσις, ὅτι ἀνομοίου πράγματος ἐμνήσθης· Λακεδαιμόνιοι γὰρ καὶ ἡμεῖς καὶ Θηβαῖοι οὔτε νόμοις οὔτε ἔθεσιν οὔτε πολιτείᾳ τῇ αὐτῇ χρώμεθα. καὶ πλέον ἕξει τὸ εἶδος ἐν ταῖς λύσεσι ταῖς πρὸς παράδειγμα. Γίνεται δὲ καὶ ἐκ τοῦ ὁμοίου ἢ συλλογιστικῶς λύσις, ὡς ἐπʼ ἐκείνου, ὁ νόμος κελεύει τὸν ἐξ ἑταίρας μὴ λέγειν, ἢ ἴσον τούτου κωλύειν τὸν νόμον τὸν ἐκ πόρνου γεγονότα· ὁμοίως γὰρ καὶ οὗτος ἐπονείδιστος ἐκ γένους καὶ ἐν ἀσελγείᾳ τέθραπται, καὶ ἑξῆς κατὰ αὔξησιν ὅτι μεῖζόν ἐστι.