Ancient Greek
ΠΕΡΙ ΛΥΣΕΩΣ.
Valerius Apsines, Ars rhetorica 5-4
Not analysed yet
Γίνεται δὲ λύσις καὶ ἀπὸ τοῦ ἐναντίου καθʼ ὑπέρθεσιν. ὅταν οὐ ἐγκαλούμεθα, τὸ ἐναντίον δείξωμεν ὡς ἀλυσιτελὲς ἢ ὡς οὐκ ἐνδεχόμενον, ὡς ἐν τῷ περὶ στεφάνου· ἄνισον πεποίηκας τὴν συμμαχίαν, ὦ Δημόσθενες. τοῦτο ἐλύθη πρῶτον ἐκ παραδείγματος, ὅτι καὶ ἐπὶ τῶν προγόνων ἐπράχθη, εἶτα καὶ ἐκ τοῦ ἐναντίου καθʼ ὑπόθεσιν. εἰ δʼ ἐμοῦ περὶ τούτων ἀκριβολογουμένου ἀπῆλθον αἱ πόλεις καὶ προσέθεντο Φιλίππῳ, τί ποιεῖν ἂν ἢ τί λέγειν οἴεσθε τοὺς ἀσεβεῖς τούτους ἀνθρώπους, καὶ πάλιν προῖών που λέγε πρὸς τὴν ἀντίθεσιν, ἀλλʼ 7 ἄτολμος εἶ καὶ μαλακός, διότι πταῖσμα γέγονε διὰ τὴν ἔξοδον τὴν μετὰ Θηβαίων ἀπὸ τοῦ ἐναντίον λαβών, ,,εἰ δὲ νῦν μετὰ Θηβαίων ἡμῖν ἀγωνιζομένοις οὕτως εἵμαρτο πρᾶξαι, τί ἂν ἐγένετο, εἰ μηδὲ τούτους ἔσχομεν συμμάχους, καὶ εἰ νῦν τριῶν ἡμερῶν ὁδὸν ἀπὸ τῆς Ἀττικῆς τῆς μάχης γενομένης τοσοῦτος περιέστη φόβος, τί ἂν εἰ που τῆς Ἀττικῆς ταὐτὸ τοῦτο πάθος ἐγένετο προσδοκῆσαι ἐχρῆν; καὶ πάλιν ἐν τῷ κατὰ Μειδίου, ὕβρις τὸ πρᾶγμα, ὦ Δημόσθενες, οὐκ ἀσέβεια. ἡ λύσις ἐκ τοῦ ἐναντίου καθʼὑπόθεσιν,ἐγὡ δὲ οἶδα ὅτι εἰ μὴ προὐβαλλόμην αὐτόν, οὑναντίος ἂν εὐθέως ἧκέ μοι λόγος, ὡς εἴπερ ἦν τι τούτων ἀληθές, προβάλλεσθαί μʼ ἔδει.