Ancient Greek · ~2 min
ΠΕΡΙ ΔΙΗΓΗΣΕΩΣ.
Valerius Apsines, Ars rhetorica 8-2
Not analysed yet
Ὁπόταν ἡττηθῶμεν ἐν τῇ προτέρᾳ κρίσει, καὶ περὶ ἑτέρων πάλιν ἀγωνιζώμεθα, ἁρμόσει ἐν τῇ βαρύτητι 5 ἀπολογήσασθαι καὶ ἅψασθαι τῶν δικαστῶν, οἷον εἰ λέγοις· τὰ μὲν οὖν πρώην κεκριμένα ὅπως δήποτε ἔσχεν, ἀφίημι καὶ οὐ λέγω τοῦτο ὅτι πολλὰ καὶ παραπεισθέντες πολλάκις ἔπραξαν δικασταί, οὔτε εἰς τοῦτο φέροντες δίκαια· ἐκ δὲ τοῦ ἐναντίου αὐτὸ τοῦτο συμπεπλέχθαι καὶ λέγειν ἤδη μὲν οὖν μαρτύριον ἱκανὸν τῆς τούτου πονηρίας ἡ πρώην κρίσις.