Ancient Greek · ~1 min
ΠΕΡΙ ΔΙΗΓΗΣΕΩΣ.
Valerius Apsines, Ars rhetorica 7-2
Not analysed yet
Ὁπόταν τις εὖ δοκῇ ποιεῖν, καὶ ἀντιλέγῃς αὐτῷ ἢ κατηγορῇς, μᾶλλον καταστάσεως χώρα ἔσται, καὶ τὴν γνώμην αὐτοῦ ἐξετάσεις, μεθʼ ἧς ποιεῖ, ὡς ἐπὶ τοῦ βασιλέως τοῦ μετὰ τὰ Μηδικὰ πέμψαντος τῇ ἀρίστῃ τῶν πόλεων στέφανον· ἐξετάσεις γὰρ αὐτοῦ τὴν γνώμην, ὅτι συγκροῦσαι βούλεται τὰς πόλεις· ἢ πάλιν ἐπʼ ἐκείνου· ἔπεμψε στέφανον Φίλιππος τῇ θεῷ μετὰ Ὄλυνθον.