Ancient Greek · ~4 min
Liber IV., κς΄. Τὸ τέταρτον περὶ χρόνων διαιρέσεως καὶ τὴν ἐπτάζωνον ἀνωφερῶς κατὰ Κριτόδημον.
Vettius Valens, Anthologiarum libri ix 1-105
Not analysed yet
Σελήνη σ΄ ἕτος α΄· Ἑρμῆς β΄ ἔτη β΄ Ἀφροδίτη γ΄ ἔτη γ΄ Ἥλιος δ΄ ἔτη δ΄· Ἄρης ε΄ ἔτη ε΄· Ζεὺς ς΄ ἔτη ς΄ Κρόνος Ϛ΄ ἔτη Ϛ΄ γίνοντα ἔτη κη΄ . μονομοιρία δὲ γίνεται οὕτως· ἐν ᾧ ἐὰν ἡ Σελήνη ζῳδίῳ ἦ, αὑτὸς γίνεται πρῶτος κύριος τοῦ ζῳδίου καὶ λήψεται, εἶτα κατὰ ζώνην οἱ ἀλλοι. οἷον ὑποδείγματος χάριν ἔστω Σελήνην εἶναι Ζυγῷ μοίραις ς΄· πρώτη Ἀφροδίτη λήψεται, δεύτερος Ἑρμῆς, τρίτη Σελήνη, τέταρτος Κρόνος, πέμπτος Ζεύς, ἕκτος᾿ Ἄρης· γίνεται Ἄρεως μονομοιρία. Ἄρης οὖν πρῶτος λήψεται, ὁ κύριος τῆς μονομοιρίας τῆς Σελήνης, ἔτη ε΄, εἶτα οἱ ἐξῆς κατὰ γένεσιν μετὰ τὸν Ἄρεα κείμενοι ἀστέρες· μετὰ δὲ συμπληρωθῆναι ἔτη κη΄ ἄρχου πάλιν ἀπὸ τοῦ μετὰ τὸν Ἄρεα κειμένου ἀστέρος. ποίει δὲ καὶ τὰ ι΄ ἕτη καὶ μῆνας θ΄, ἡμέρας μὲν ἀπὸ Ἡλου, νυκτὸς δὲ ἀπὸ Σελήνης. ἐὰν δὲ ἡμέρας ὁ Ἥλιος μὲν κακῶς κεῖται, ἀπὸ Σελήνης ἄρχου· ὁμοίως καὶ νυκτὸς ἀπὸ Ἡλἰου. ἐὰν δὲ ὁ Ἥλιος καὶ ἡ Σελήνη ἀκυρολόγητοι γένωνται, ἀπὸ τοῦ οἰκοδεσπότου ἢ ἂλλου τινὸς ἀστέρος καλῶς κειμένου.