Ancient Greek · ~6 min
Liber IV., κζ΄. Ἄλλως ἐκ τοῦ Σεύθου περὶ ἐνιαυτῶν ἐκ τοῦ Ἑρμείου σχολὺν τὴν ἄφεσιν ποιοῦσα ἀπὸ Ἡλίου ἢ Σελήνης ἢ ὡροσκόπου ἢ κλήρου τύχης.
Vettius Valens, Anthologiarum libri ix 1-106
Not analysed yet
Τόποι εἰσίν, ἀφʼ ὧν ἡ ἀρχή τοῦ ἔτους λαμβάνεται, οἶον Ἡλἰου ἢ Σελήνης ἢ ὡροσκόπου ἢ κλήρου τύχης. ἐστι δὲ ἡ κατάκρισις ῆδε· Ἡλίου ἐπικέντρου ὄντος ἀπὸ αὐτοῦ ψηφίζειν δεῖ· ἐπὶ δὲ νυκτὸς ἀπὸ Σελήνης ὁμοίως ἐπικέντρου μοιρικῶς οὔσης· τούτων δὲ ὑστερούντων ἀπὸ τοῦ ὡροσκόπου· ἐὰν δὲ κλῆρος τῆς τύχης ἐπίκεντρος ὑστερούντων τῶν φώτων, ἀπὸ αὐτοῦ τὴν ἀρχὴν τοῦ ἐνιαυτοῦ ποιοῦ. ἀλλότριον δὲ ὁμοίως ἔσται ἐπὶ τῶν τὰ φῶτα ἐπιφερόμενα τοῖς κέντροις ἐχόντων ἀπὸ τοῦ παρʼ ἰδίαν αἵρεσιν ἄρχεσθαι· ἰσχυροτέρμως γάρ κατὰ τὴν ἡμετέραν ἀγωγὴν ἐπιγνώσῃ, ἐπὶ ποίων ζῳδίων χρηματίζει ἐπιφερόμενος τῆς γενέσεως ὁ ἐνιαυτός. ἡμέρας μὲν ἀπὸ Ἡλίου, ἐὰν μὲν τύχῃ ὡροσκοπῶν ἢ μεσουρανῶν· εἰ δὲ μή γε, ἀπὸ τοῦ ὡροσκοποῦντος ζῳδίου ἔκβαλλε, καὶ εἰς δ ἂν καταλήξῃ ὖ ἐνιαυτός, ἀπὸ τοῦ κυρίου τοῦ τόπου οὖ ἦν ἐπὶ γενέσεως διέκβαλλε τὸν ἐνιαυτόν. νυκτὸς δὲ ἀπὸ Σελήνης, ἐάνπερ τύχῃ ὡς προεῖπον ἐπὶ τοῦ Ἡλίου, μάλιστα ἐὰν ἀνατολικὴ ᾗ καὶ τοῖς ἀριθμοῖς προσθετική ἐπὶ δὲ τῶν δύο φώτων τῶν πνευμάτων ἐὰν μὺ καὶ πλήρη κἂν ἀφαιρῇ τὸν ἀριθμὸν τύχῃ ἀπὸ τοῦ συνδέσμου ἐὰν ἐπίκεντρος μόνον ἐπὶ μέγιστα κείμενος. εἰ δὲ μή γε καθώς προγέγραπται, ἀπὸ τοῦ κυρίου τοῦ καταλήγοντος τόπου ἀπὸ τοῦ ὡροσκόπου. ἐὰν γὰρ εὕρῃς τὰ ζῴδια κεντρούμενα ἢ ἀγαθοποιούμενα ἢ καὶ αἴτια ἀπὸ τῶν ἐπιπαρόντων ἢ καὶ ἐφορώντων κἄτι τὴν πρώτην τάξιν καὶ ἐπὶ τῆς παρόδου, δηλοῖ ὅτι καλὰ ἔσται τὰ ἐνιαυτῶν ἀποτελέσματα· κακῶν δὲ ὄντων τῶν τόπων ἐναντίον ἀποβήσεται, ὡς τῶν ἐφορώντων ἀνατολικῶν ἀστέρων καὶ πράσσειν παρεχόντων, τῶν δὲ δυτικῶν ἀπραγίας καθαιρέσεις τῶν πρασσομένων, ἐὰν μὴ τὰ πράγματα κρύφιμα τύχῃ.