Ancient Greek · ~3 min
Liber V., β. Περὶ ἐνιαυτοῦ κλιμακτηρικοῦ καὶ ἐκλειπτικῶν τόπων καὶ καταρχῶν.
Vettius Valens, Anthologiarum libri ix 1-111
Not analysed yet
Λεκτέον δὲ ἀκολούθως καὶ τὰ λοιπὰ πρὸς ἀναπλήρωσιν τῆς συντάξεως, νυνὶ δὲ περὶ κλιμακτηρικοῦ ἐνιαυτοῦ. Ἐνιαυτὸς κλιμακτηρικὸς εὑρίσκεται μὲν ἀπὸ τῆς τῶν κακοποιῶν παραλήψεως ἢ παραδόσεως πρός τε τὰ φῶτα καὶ τὸν ὡροσκόπον καὶ πρὸς ἀλλήλους, καθολικῶς δὲ οὕτως. πάντοτε ἀπὸ τοῦ ὡροσκοποῦντος ζῳδίου δεῖ ἀπολύειν τὰ ἔτη· τὸ δὲ καταγόμενον ἔτος ἐὰν καταλήξῃ εἰς συνοδικὸν ἢ πανσεληνιακὸν ζῴδιον ἢ ἐν τοῖς τούτων τετραγώνοις ἢ διαμέτροις, κλιμακτηρικὸν καὶ ἐπιτάραχον τὸ ἔτος, μάλιστα δὲ ἐὰν καὶ τούτων οὕτως ἐχόντων κατὰ πάροδον Κρόνος εὑρεθῇ ἐν τοῖς τέτταρσι τῆς γενέσεως ἀποκλίμασι καὶ τῆς ὑποστάσεως συντρεχούσης, θάνατος ἐπακολουθήσει καὶ σωματικὴ ἀσθένεια καὶ αἱμαγμοὶ καὶ ἐπισφαλεῖς νόσοι ἢ κρυπτοὶ πόνοι πτώσεις τε καὶ αἰφνίδιοι κίνδυνοι. ἔσθ ὅτε δὲ περὶ τὰ τοῦ βίου πράγματα καὶ τὰς δόξας συντρέχει ὁ κλιμακτήρ, τῶν σωμάτων βοηθουμένων ὑπὸ τῆς τῶν ἀγαθοποιῶν μαρτυρίας.