Ancient Greek · ~9 min
Liber V., α`. Περὶ αἰτιατικοῦ τόπου.
Vettius Valens, Anthologiarum libri ix 4-33
Not analysed yet
Ἐὰν δὲ οἱ καθολικοὶ χρόνοι καὶ οἱ ἐνιαυτοὶ εἰς τὸ αὐτὸ συνδράμωσι, πλῆρες τὸ τῆς αἰτίας γενήσεται συνοχῆς τε ἢ καθαιρέσεως· κατὰ δὲ τοὺς κυκλικοὺς ἐνιαυτοὺς ἡ διαίρεσις γενομένη τοὺς φόβους καὶ τὰς ἀνίας ἀποτελέσει· ἐὰν δὲ νηπίου γένεσις τοιοῦτον σχῆμα ἔχῃ, δεήσει περὶ τὸν πατέρα ἢ τὴν μητέρα τὸν φόβον λέγειν ἢ περὶ τοὺς δεσπότας, ἐὰν ἦ δουλική. τινὲς μὲν οὖν καὶ ἔτι νήπιοι ὄντες ἐν συνοχαῖς ἢ εἱρκταῖς γίνονται καὶ ἐν τούτοις τοῖς τόποις τὰς ἀναστροφὰς ποιοῦνται. ἐὰν δέ πως κατ᾿ ἐκεῖνον τὸν χρόνον ἀγαθοποιὸς κατὰ τὸν τόπον ἐπεμβῇ ἢ μαρτυρήσῃ, διέκπαυσις ἢ παρηγορία τοῦ κακοῦ γενήσεται· ἐὰν δὲ κακοποιός, χείρω· ἐὰν δὲ ἀγαθοποιὸς καὶ κακοποιός, ἀμφότερα. ἄλλως τε κἂν οἱ κακοποιοὶ διαμετροῦντες ἢ τετραγωνίζοντες τὸν Ἥλιον ἢ τὴν Σελήνην εὑρεθῶσι, φόβους καὶ συνοχὰς ποιοῦσιν· ἐὰν δέ πως ἡ γένεσις βοηθουμένη εὑρεθῇ ἐκ τῆς τῶν ἀγαθοποιῶν μαρτυρίας ἢ καὶ καθολικῆς ὑποστάσεως καὶ μὴ γένηται συνοχή, ἑτέρας τινὸς ἀφορμὴ συνοχῆς ἢ καταιτιασμοῦ γενήσεται, οἶον στρατείας τηρήσεως ἐγγυήσεως δανείων, τὸ συνδεθῆναι καταδίκαις ἐπάνω τῶν τοιούτων γενέσθαι ἤ, ὥσπερ εἴωθεν ἐπὶ πολλῶν συμβαίνειν, ἕνεκεν νόμου ἢ χρείας παρεδρεύειν τισὶ καὶ παρὰ προαίρεσιν πάσχειν καὶ μὴ δύνασθαι πράσσειν τὰ καταθύμια, καὶ δοκεῖν συνέχεσθαι ὑπὸ ἑτέρων ἐξουσίαν ὄντας καὶ κολαζομένους κατὰ συνείδησιν, ὡς καὶ ξενιτεύοντας ἢ πλέοντας κατέχεσθαί που ἢ νήσοις ἢ ἐρήμοις τόποις εἴτε καὶ ἐν ἱεροῖς τόποις ἢ ναοῖς παρεδρεύειν. ἔσθ᾿ ὅτε μὲν οὖν χρονικοῖς πάθεσι συνέχονται ἢ ἱεραῖς νόσοις θεοληψίαις μαγείαις σκιασμοῖς ῥιγοπυρέτοις καὶ τοῖς ὁμοίοις. εὐσυνέτως οὖν περὶ τούτων τῶν τόπων τὴν διάκρισιν δεῖ ποιεῖσθαι, πότερον ἐπὶ δόξῇ ἢ δι᾿ ἀνάγκην καὶ ἑτέραν κακωτικὴν αἰτίαν ἡ κατοχὴ γενήσεται. Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ζεὺς Σκορπίῳ, Σελήνη Ἑρμῆς Ἀφροδίτη ὡροσκόπος Ζυγῷ, Κρόνος Λέοντι, Ἄρης Αἰγόκερῳ. ἀμφότεροι οἱ κακοποιοὶ ἑξάγωνοι Ἡλίῳ καὶ Σελήνῃ· εἰ μὲν οὖν ἄνευ τῆς τῶν ἀγαθοποιῶν συμπαρουσίας τὰ φῶτα ἐτύγχανεν, ἦν λέγειν συνοχήν· νυνὶ δὲ τὸ σχῆμα εὐφαντασίωτον καὶ ἐπίδοξον γέγονεν. ὁ τοιοῦτος γὰρ στρατιώτης τυγχάνων ἐτῶν λε΄ ἐπὶ δεσμωτῶν καὶ φυλακῆς ἐπάγει καὶ ἐν τῇ εἱρκτῇ γυναικὸς ήράσθη, δι᾿ ἣν κατηγορίαν ἐπιτάραχον ἀναλαβὼν ἐξοδιασμὸν ποιησάμενος διέφυγε τὸν κίνδυνον· ἐν δὲ τῷ αὐτῷ χρόνῳ καὶ δοῦλον φυγόντα συλλαβὼν ἔδησεν.