Ancient Greek
Liber V., η΄. Περὶ τῶν προσνεύσεων τῆς Σελήνης ἐν ταῖς νεομηνίαις ταῖς ἀπὶ Λέοντος καὶ τοῖς ἐξῆς ζῳδίοις.
Vettius Valens, Anthologiarum libri ix 1-117
Not analysed yet
Ὑπετάξαμεν δὲ καὶ τὰς προσνεύσεις τῆς Σελήνης ἀναγκαίως. συνοδεύσασα γὰρ τῷ Ἡλίῳ ἐν Καρκίνῳ καὶ φανεῖσα ἐν Λέοντι προσνεύσει τῷ Καρκίνῳ· εἶτα ἐν Παρθένῳ προσνεύσει τοῖς Διδύμοις, εἶτ᾿ ἐν Ζυγῷ γενομένη προσνεύσει Ταύρῳ, εἶτα Σκορπίῳ γενομένη προσνεύσει Κρίῷ, εἶτ᾿ ἐν Τοξότῃ γενομένη προσνεύσει Αἰγόκερῳ. ὥστε τὴν α΄ διχομηνίαν, ἥτις ἐστί, πρώτη πανσέληνος ποιεῖ βλέπουσα πρὸς ἀπηλιώτην· εἶτα ἀπὸ τῆς δευτέρας διχομηνίας ἀφαρπάξει βλέπουσα πρὸς λίβα· εἶτ᾿ ἐν Αίγόκερῳ ἀποκρούσασα προσνεύσει Τοξότῃ, εἶτ’ ἐν Ὑδροχόῳ γενομένη προσνεύσει Σκορπίῳ, εἶτ’ ἐν Ἰχθύσι γενομένη προσνεύσει Παρθένῳ, εἶτα ἐν Ταύρῳ προσνεύσει Λέοντι, εἶτα ἐν Διδύμοις γενομένη προσνεύσει Καρκίνῳ· γίνεται πρὸς ἀπηλιώτην ζῴδια Ϛ΄ καὶ πρὸς λίβα ζῴδια Ϛ´ σύνοδος Λέοντι.