Ancient Greek · ~3 min
Liber V., ζ΄. Περὶ ἡμέρας χρηματιστικῆς τε καὶ ἀπράκτου. ἀληθὴς αὕτη ἡ διαίρεσις τῶν ἡμερῶν.
Vettius Valens, Anthologiarum libri ix 2-63
Not analysed yet
Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἀδριανοῦ ἔτος δ΄ Μεχὶρ ιγ΄ ὥρα νυκτερινὴ α΄, ζητεῖν δὲ τῷ κ΄ ἔτει Ἀντωνίνου Φαωφὶ ι΄· εἰσὶ σμγ΄, καὶ γίνονται ὁμοῦ υλβ΄. ἀφαιρῶ τὰς τξ΄, λοιπαὶ οβ΄. ταύτας ἀπολύω ἀπὸ τοῦ ὡροσκόπου Παρθένου· κατέληξεν ἐν Λέοντι. ἡ ἡμέρα ἐν τῳ ἀποκλίματι· ὁ κατὰ γένεσιν κύριος Ἥλιος ἠναντιώθη τῇ ἡμέρᾳ· ἦν γὰρ ὁ Ἥλιος ἐπὶ τῆς γενέσεως Ὑδροχόῳ καὶ ὁ κατʼ ἐπέμβασιν Ἄρης καὶ ἡ Σελήνη Αἰγόκερῳ ἀπόστρφος· μετέωρος ἡ ἡμέρα. ἦν δὲ καὶ εἰς τὸν περὶ δούλων τόπον· γέγονε στόμαχος πρὸς δουλικὸν πρόσωπον. καὶ αὕτη δὲ ἡ ἀγωγὴ φυσική, ἐν οἷς ἂν ὁ Ἥλιος γενόμενος προμηνύει τὸ ἐν τῷ μηνὶ ἀποτέλεσμα γενόμενον.