Ancient Greek · ~6 min
Liber V., θ΄. Τίς ἡ αἰτία τοῦ μὴ τὰ αὐτὰ διὰ δωδεκαετίας ἀποτελέσματα συμβαίνειν, ἀλλ᾿ ὁτὲ μὲν προσδοκωμένων ἀγαθῶν φαῦλα συνέβη ἢ τοὐναντίον φαύλων ἀγαθά, ἔσθ᾿ ὅτε δὲ καὶ εἰς κενὰ ζῴδια τῆς διαιρέσεως πιπτούσης μεγάλα ἀγαθὰ ἢ φαῦλα συνέβη.
Vettius Valens, Anthologiarum libri ix 1-118
Not analysed yet
Προβλέπειν δὲ δεῖ τοὺς παρῳχηκότας καὶ τούς ἐνεστῶτας καὶ τοὺς μέλλοντας χρόνους καὶ συγκρίνειν, πότερον ἀπὸ πρακτικῶν εἰς ἀπράκτους καταντῶσιν ἢ ἀπὸ κακοποιῶν εἰς ἀγαθοποιούς. πολλάκις γὰρ ἐπίδικόν τις τὸν καιρὸν ἔχων ἢ ἐπίφοβον διὰ τὴν κακοποιῶν χρονογραφίαν κατεδικάσθη, ἐξ ὑστέρου δὲ μεταπαραλαμβανόντων τῶν ἀγαθοποιῶν καὶ τῆς καθολικῆς χρονογραφίας ἐνδειξαμένης ἀκαθαίρετον τὴν γένεσιν ἀποκατάστασις τῆς τε δόξης καὶ τοῦ βίου ἐγένετο δι᾿ ἑτέρας ἀπολογίας καὶ εἰς μείζονα τύχην ἡ ὑπόστασις προεξῆκεν. ἐπὰν οὖν εἰς ἧτταν καθολικὴν φέρηται ἡ γένεσις καὶ οἱ χρόνοι συντρέχωθι, προκατασκευάζονται διάφοροι κατηγορίαι κρίσεις μειώσεις ἔχθραι, ἕως ἂν ἐκεῖνο τὸ αῖτιον καταντήσῃ, ὅπερ ἔδει γενέσθαι. ὡσαύτως κἂν ἀγαθοῦ πρόφαθτς γένηται κατὰ τὴν τῶν χρόνων μετέλευσιν, προκατασκευάζονται φιλίαι, συστάσεις μειζόνων καὶ συμπάθειαι, κληρονομίαι, καταλείψεις, δωρεαί, ἔνθεν καὶ οἱ ἄδοξοι καὶ οἱ ἀσθενέστεροι κατὰ τὰς αἰτίας γενόμενοι νέοι καὶ φρόνιμοι καὶ ἐπέραστοι διαλαμβάνονται διὰ τῶν τῆς εὐδαιμονίας ὅρων, οἱ δὲ πάνυ ἀνδρεῖοι καὶ πεπαιδευμένοι τῇ ἐξ ἀρχῆς καταβολῇ καταδικασθέντες σκληροὶ δειλοί τε καὶ ἄπρακτοι νομιζόμενοι ὑπὸ τῶν ἡττόνων καταδυναστεύονται καὶ τὰς ἀδοξίας γενναίως ὑπομένοντες τοῖς τῆς εἱμαρμένης νόμοις ὑπείκουσιν. εὑρίσκομεν δὲ καὶ ἐπὶ τῶν ἡγεμονικῶν γενέσεων μηδέπω τὸν χρόνον τῆς ἀρχῆς πεπληρωκότας, κατὰ διαδοχὴν δὲ ἑτέρων τὰς μεταβάσεις ποιουμένους οὓς μὲν ἐπὶ τὸ ἐνδοξότερον καὶ ἐπωφελές, οὓς δὲ ἐπὶ τὸ ἐναντίον καὶ καθαιρετικὸν ἐπιβραδύνοντας· ὅθεν ἐνίοις ἐπʼ ἀγαθῷ καὶ σωτηρίᾳ τὰ κακὰ προσγίνεται, ἑτέροις δὲ τὰ δοκοῦντα ἀγαθὰ ἐξ ὑστέρου κακῶν αἴτια καθίστανται.