Ancient Greek · ~11 min
Liber V., θ΄. Τίς ἡ αἰτία τοῦ μὴ τὰ αὐτὰ διὰ δωδεκαετίας ἀποτελέσματα συμβαίνειν, ἀλλ᾿ ὁτὲ μὲν προσδοκωμένων ἀγαθῶν φαῦλα συνέβη ἢ τοὐναντίον φαύλων ἀγαθά, ἔσθ᾿ ὅτε δὲ καὶ εἰς κενὰ ζῴδια τῆς διαιρέσεως πιπτούσης μεγάλα ἀγαθὰ ἢ φαῦλα συνέβη.
Vettius Valens, Anthologiarum libri ix 2.1-5
Not analysed yet
Νενομοθέτηκε γὰρ ἡ εἱμαρμένη ἑκάστῳ ἀμετάθετον ἀποτελεσμάτων ἐνέργειαν περιτειχίσασα πολλαῖς αἰτίαις ἀγαθῶν τε καὶ κακῶν, διʼ ὧν αὐτογέννητοι ὑπουργοὶ δύο θεαὶ φερόμεναι, Ἑλπίς τε καὶ Τύχη, διακρατοῦσι τὸν βίον καὶ μετὰ ἀνάγκης καὶ πλάνης φέρειν ἐῶσι τὰ νενομοθετημένα. καὶ ἡ μὲν αὐτῶν πρόδηλος πᾶσι διὰ τῆς τῶν ἀποτελεσμάτων ἐκβάσεως ἑαυτὴν ἀπελέγχουσα ὁτὲ μὲν ἀγαθὴν καὶ μακαρίαν, ὁτὲ δὲ σκυθρωπὴν καὶ ἀνήμερον· οὓς μὲν γὰρ ἀνίστησιν ἵνα καταβάλῃ, οὓς δὲ εἰς ταπεινὸν καταρρίπτει ἵνα λαμπρότερον ἀναστήσῃ· ἡ δὲ οὔτε σκυθρωπὴ οὔτε φαιδρά, ἀλλὰ διὰ παντὸς ἀποκεκρυμμένη πανταχοῦ λεληθότως ἐπιβαίνει καὶ προσμειδιῶσα πᾶσιν οἷά τε κόλαξ πολλὰς αἱρέσεις ἀγαθῶν ἐπιδείκννσιν ὧν οὐκ ἔστι λαβέσθαι· πλανῶσα δὲ τοὺς πλείστους διακρατεῖ, οἱ δὲ καίπερ ἀδικούμενοι καὶ κατακόλουθοι γενόμενοι ταῖς ἡδοναῖς πάλιν ὐπ᾿ αὐτῆς ἀνθέλκονται, καὶ ἐλπίζοντες ἃ θέλουσι πιστεύουσιν, ἐπιτυγχάνουσι δὲ ἃ μὴ προσδοκῶσιν. εἰ δέ ποτε καὶ βεβαίαν οἴησίν τινα παράαχῃ, καταλείπουσα πρὸς ἑτέρους πεπόρευται καὶ δοκεῖ παρὰ πᾶσιν εἶναι παῤ οὐδενὶ μένουσα. ὅθεν οἱ μὲν ἄπειροι τῆς προγνώσεως ἢ μηδ᾿ ὅλως ἐντυχεῖν βουλόμενοι ἄγονται καὶ λεηλατοῦνται ὑπὸ τῶν προειρημένων θεῶν καὶ πᾶσαν τιμωρίαν ὑπομένοντες μεθ᾿ ἡδονῆς κολάζονται· καὶ οἱ μὲν τῶν προσδοκηθέντων ἀπὸ μέρους ἐπιτυγχάνοντες καὶ μείζονας πίστεις εἰσενεγκάμενοι βεβαίας καὶ καλὰς τὰς ἐκβάσεις περιμένουσιν, οὐκ εἰδότες τὸ εὐκαθαίρετον καὶ τὸ ἐπισφαλὲς τῶν ἀντιπτωμάτων, ἔνιοι δὲ οὐ πρὸς καιρὸν ἀλλὰ διὰ παντὸς ταῖς γνώμαις καταδικασθέντες, ἔκδοτον δὲ τὴν ψυχὴν καὶ τὸ σῶμα ταῖς ἐπιθυμίαις παραδεδωκότες ἀτιμαζόμενοι καὶ ἀναισχυντοῦντες ἢ μηδ᾿ ὅλως ἐπιτυχεῖν δυνάμενοι παραμένουσιν ἀβεβαίῳ τύχῃ καὶ πλάνῳ ἐλπίδι ἐξυπηρετοῦντες. οἱ δὲ περὶ τὴν τῶν μελλόντων πρόγνωσιν καὶ τὴν ἀλήθειαν ἀσχοληθέντες ἀδουλαγώγητον καὶ ἐλευθέραν τὴν ψυχὴν κτησάμενοι καταφρονοῦσι μὲν τῆς τύχης, οὐ προσκαρτεροῦσι δὲ ἐλπίδι, τὸν δὲ θάνατον οὐ φοβοῦνται, ἀταράχως δὲ διάγουσι, προγεγυμνακότες τὴν ψυχὴν θαρσαλέαν, καὶ οὔτε μὴν ἐπὶ τοῖς ἀγαθοῖς ἀγάλλονται οὔτε ἐπὶ τοῖς φαύλοις ταπεινοῦνται, ἀρκοῦνται δὲ τοῖς παροῦσι. ἀδυνάτων δὲ μὴ ἐρῶντες ἐγκρατῶς φέρουσι τὰ νενομοθετημένα καὶ πάσης ἡδονῆς ἢ κολακείας ἀλλοτριωθέντες στρατιῶται τῆς εἱμαρμένης καθίστανται. ἀδύνατον γάρ τινα εὐχαῖς ἢ θυσίαις ἐπινικῆσαι τὴν ἐξ ἀρχῆς καταβολὴν καὶ κατασκευάσαι ἑαυτῷ πρὸς τὸ θέλειν ἑτέραν· τὰ γὰρ δεδομένα καὶ μὴ εὐχομένων ἡμῶν γενήσεται, τὰ δὲ μὴ πεπρωμένα οὐδὲ εὐχομένων συμβήσεται. καθάπερ οὖν οἱ ἐν τῇ σκηνῇ ὑποκριταὶ ταῖς τῶν ποιητῶν γραφαῖς ὑπαλλάσσοντες καὶ τὰ πρόσωπα ὑποκρίνονται κοσμίως ὁτὲ μὲν βασιλεῖς ὁτὲ λῃστὰς ὁτὲ ἀγρότας δημότας τε καὶ θεούς, τὸν αὐτὸν τρόπον καὶ ἡμᾶς χρὴ τοῖς τῆς εἱμαρμένης περιτεθειμένοις προσώποις ὑποκρίνασθαι καὶ ἐξομοιοῦσθαι ταῖς τῶν καιρῶν τύχαις οὐ συγγινώσκοντας. ἐὰν δέ τις μὴ θέλῃ, κακὸς γενόμενος αὐτὸ τοῦτο πείσεται. κἂν μέν τις προσέχῃ ταῖς ὑπʼ ἐμοῦ συντεταγμέναις παραγγελίαις καὶ καθολικαῖς χρονογραφίαις, πάντα κατὰ τρόπον εὑρήσει· ἐὰν δὲ κατοπτεύσῃ μέρη τινά, τὰς δὲ αἰτίας ἢ τὰς λοιπὰς ἐπιλύσεις μή ἐπιγνῷ, ἔπαινον ὁμοῦ καὶ ψόγον καταψηφιεῖται· ἐὰν δὲ μηδʼ ὅλως ἐντύχῃ ὑπακούσειν, ἐλεγχθήσεται ὁ τοιοῦτος ἀμαθὴς καὶ ἀκόλαστος ὑπὸ τῶν φιλοκάλων καὶ ἐγκρατεστέρων ἀνδρῶν.