Ancient Greek · ~6 min
Liber V., ιβ΄. Ἄλλως περὶ κλιμακτήρων, καθὼς Κριτόδημος ἀπὸ Σελήνης τὴν ἄφεσιν ποιεῖται.
Vettius Valens, Anthologiarum libri ix 1-121
Not analysed yet
Οἷον Ἥλιος Ὑδροχόῳ, Σελήνη Λέοντι, Κρόνος Καρκίνῳ, Ζεὺς Διδύμοις, Ἄρης Σκορπίῳ, Ἀφροδίτη Κριῷ. Ἑρμῆς Ἰχθύσι. τὰ μὲν οὖν ιβ΄ ἔτη πρὸς τὴν τοῦ Ἄρεος ἀποδιάστασιν διὰ τῶν δ΄ ἐστὶ δὲ ἀπλοῦς ὁ κλιμακτήρ. τετράκις γὰρ τὰ δʼ γίνεται ις΄ οἱ γὰρ τετράγωνοι ἁπλοῖ, οἱ δὲ ἑτερομήκεις σύνθετοι. ὁ δὲ ιή πρὸς Ἀφροδίτην σύνθετος ἐκ τοῦ δὶς θʼ· τὰ μὲν οὖν δύο Παρθένῳ, Παρθένῳ δὲ οὐδείς· δὲ τῷ θ΄ ἐστὶν Αφροδίτη. εἰ δὲ ἦν τις καὶ Παρθένῳ, συναπεκαθίστατο ἂν διὰ καὶ Αίγόκερῳ ῖ. ἐπεὶ δὲ καὶ τρὶς ὁμοίως ιη΄ καὶ καὶ ἑξάκις. ἀλλʼ οὔτε Ζυγῷ τῷ τρίτῳ ἐστι τις ἀστὴρ οὔτε Αἰγόκερῳ τῷ ἕκτῳ. πάλιν τὰ κ΄ σύνθετος. τετράκις γάρ ε΄ γίνεται κʼ καὶ τά πεντάκις δ΄ ὀμοίως. Ἄρης Σκορπίῳ τρηματίζει, τῷ ε΄ Τοξότῃ οὐδείς. τὰ δὲ κα΄ ἔχει τρὶς ξ΄ Ζυγῷ οὐδεὶς, Υδροχόῳ Ηλιος· πρὸς Ήλιον οὖν. τὰ δὲ κδ΄ ἔχει τετράκις Σκορπίῳ πάλιν Ἄρης, Αίγόκερῳ δὲ οὐδείς. τὰ δὲ κε ἔχει τετράγωνον ἀπλοῦν ἀριθμόν· ἀλλʼ οὐδεὶς Τοξότῃ. τὰ δὲ κζ΄ συνέστηκεν ἐκ τῆς τρὶς θʼ· διὰ τριῶν ἐστιν οὐδείς, μόνη δὲ ἡ Αφροδίτη διὰ θ΄. κη΄ διὰ πρὸς Ἄρεα καὶ διὰ ζ΄ πρὸς Ηλιον. ὁ μʼ ἔχει μὲν δ΄ καὶ ί καὶ έ καὶ η΄ . συμφωνεῖ δὲ πρὸς Ἄρεα διὰ τῶν δ΄ ,πρὸς Ἑρμῆν διὰ τῶν η΄. ὁ μδ΄ πρὸς Ἄρεα καὶ Δία. συναποκατασταθήσονται δὲ καὶ πλείονες ἐσθʼ ὅτε· οἶον ἐπὶ τοῦ μ΄ ὥσπερ τῷ δ΄ ἐστὶν Ἄρης καὶ τῷ η΄ Ἑρμῆς· εἰ ἦν τις καὶ τῷ ί καὶ τῳ έ . συναπεκαθίστατο ἄν αύτοῖς.