Ancient Greek · ~4 min
Liber V., ιβ΄. Ἄλλως περὶ κλιμακτήρων, καθὼς Κριτόδημος ἀπὸ Σελήνης τὴν ἄφεσιν ποιεῖται.
Vettius Valens, Anthologiarum libri ix 2-66
Not analysed yet
Λέγει δὲ τὰ συμβαίνοντα μᾶλλον εὐτονώτερα καὶ ἐμφο ανέστερα γίνεσθαι, ἐὰν ἴδιος ᾖ ὁ τῶν ἐτῶν ἀριθμὸς τοῦ συμφωνοῦντος πρὸς τὴν ἀποδιάστασιν ἀστέρος, οἷον οὕτωςʼ τά μὲν γ΄ εἶναι Κρόνου . τὰ δὲ ε’ Ἀρροδίτης, τὰ δὲ ζ΄ Ἄρεως, τὰ δὲ η΄ Ἑρμοῦ, τὰ δὲ θ΄ Διός, τὰ τγ΄ Σελήνης, τὰ ιη΄ Ἡλίου. ἐὰν οὖν ἅμα συνεμπίπτῃ οὖτός τε ὁ ἀριθμὸς καὶ ἡ διάστασις εἰς τὸν αὐτὸν ἀστέρα, γίνεται χρηματίζων χρηματιστικῷ ἐὰν θὲ ὁ ἐνιαυτὸς μὴ συνεμπίπτῃ εἰς τινα τοῦ διαστήματος ἐπʼ αὐτὸν φέροντος, ἀχρημάτιστος ἀχρηματίστῳ. καὶ ἐὰν μέν τις διάστασις χρηματίζουσα τοῖς μεταξὺ ἔτεσι μὴ εὑρεθῇ, τῇ πρώτη χρηστέον, ἕως ἑτέρα εὑρεθῇ. Οῖον ἐπὶ τοῦ προκειμένου θέματος ὁ κη΄ πρὸς Ἄρεα Ηλιον· ὁ κθ΄ οὐκ ἔχει διάστασιν· ὁ λ΄ ἔχει μὲν γ΄ καὶ καὶ Ϛ' καὶ καὶ α’ καὶ ταῦτα τὰ ζῴδια· ὁ δὲ λα΄ πάλιν οὐχ ἁρμόζει τινὶ διαστήματι. ταῦτα τὰ ἔτη ἐπικρατήσει ὅ τε Ἄρης καὶ Ἥλιος οἱ τῳ κη ἔτει χρηματίσαντες ἓως λβ΄ ὧν συναποκαθιστῶσι Ἄρης διὰ δ΄ καὶ Ερμῆς διὰ η΄ .