Ancient Greek · ~8 min
Liber VII., β΄. Ἀγωγὴ δευτέρα τέρα περὶ χρόνων διαιρέσεως πρὸς τὰς τῶν ζῳδίων ἀναφορὰς καὶ τὰς τῶν ἀστέρων περιόδους.
Vettius Valens, Anthologiarum libri ix 1-134
Not analysed yet
Τῶν μὲν οὖν καθολικῶν χρόνων κατά σύγκρισιν προκειμένων λεπτομερεστέραν διαίρεσιν ἐκ πείρας καὶ πόνου ἐξηρευνημένην ὑποτάξω. προλέγω δὲ πᾶσι τοῖς τὰ βέλτιστα μετιέναι βουλομένοις καὶ μάλιστα ταῖς ἡμετέραις αἱρέσεσιν ἢ καὶ τοῖς πολυχρονίαν νόσον τοῦ μαθήματος ἀνίατον κτησαμένοις νηπτεκῶς περὶ τὴν ἀγωγὴν φέρεσθαι καὶ μή παρέργμς μηδεμιῇ αἱρέσει χρησαμένους ἀποφαίνεσθαι. πολλάκις γάρ μιᾷ μὲν συνδραμοῦσα τὸν χρόνον ἀγαθόν τε ἐσήμανεν (ὅπερ καὶ γενήσεται, ἐάν μόνη τῶν χρόνων κυριεύσῃ). ἐὰν δὲ καὶ ἄλλαι κακοποιῶν συνδράμωσιν, οὐ μόνον τὸ ἀγαθὸν ἀνέτρεψαν, ἀλλὰ καὶ φαύλων παραίτιοι γεγόνασι. κἂν μὲν εὔτονος ἡ τῶν ἀγαθοποιῶν χρονογραφί ία κατὰ τὴν γένεσιν τύχῃ, πρᾶξις ἢ δόξα γενήσεται μετʼ ἐναντιωμάτων καὶ ἀναλωμάτων· ἐὰν δὲ ἡ τῶν κακοποιῶν, ἀπραξίαι καὶ ζημίαι καὶ θόρυβοι παρακολουθήσουσι, μέρις ἄν ἡ τῶν ἀγαθοποιῶν χρηματίσῃ. πολλάκις μὲν οὖν ἀστὴρ ἔν τινι ζῳδίῳ ὑπάρχων καὶ συντελέσας ἰδίαν περίοδον ἢ τὴν τοῦ ζῳδίου χρονογραφ ίαν καὶ δοκῶν ἀπολείπειν τοὺς χρόνους συναρμοζόμενος καὶ ἑτέρου ἀποτελέσματος αἴτιος καθίσταται ἢ καὶ ἐν τοῖς αὐτοῖς πράγμασι διακατέχει τὴν γένεσιν. προσπαραληπτέον δὲ καὶ τάς ἑξαγώνους πλευράς, καὶ μάλιστα ὅταν μόναι χρηματίζωσιν, ὡς εὐτόνους καὶ εὐεργετικάς. ἐπὶ μέντοι τῶν νηπίων γενέσεων χρὴ τοὺς χρόνους τῶν μαρτυριῶν λογίζεσθαι, πρῶτον ἡμέρας, εἶτα αὐτὰ τὰ ἔτη. Ὡς ἐπὶ ὑποδείγματος δὲ γενέσεις ὑποτάξωμεν, ἃς μετὰ ἀκριβείας ἐδοκιμάσαμεν ἔν τισιν ἀποτελέσμασι καὶ ὡς παρέτυχον. οἶον ὑποδείγματος χάριν Ἡλιος Σελήνη Ερμῆς Τοξόδτῃ, Κθρόνος Καρκίνῳ, Ζεὺς ὡροσκόπος Σκορπίῳ, Ἄρης Αίγόκερῳ, Ἀφροδίτη Ὑδροχόῳ, κλῆρος τύχης Σκορπίῳ· κλίμα δεύτερον. τῷ λγ΄ ἐφυγαδεύθη· ἡ γὰρ τοῦ ζῳδίου ἀναφορά, ἐν ᾦ ἦν Κρόνος, ἐναντιουμένου Ἄρεως καὶ ἑξάγωνος Σελήνης στάσις πρὸς Ἀρροδίτην ἐπιβουλὴν ἐδήλου διὰ θηλυκῶν προσώπων κατὰ τὰ λγ΄ ἔτη. καὶ τῷ μὲν κζ΄ ἔτει ἔσχε κίνδυνον διὰ τὸν Αἰγόκερων καὶ τῷ λ΄ ἔτει καὶ τῷ μ΄ σωματικὰ πάθη περὶ τὰς ὁψεις καὶ τοὺς πόδας· Καρκίνου γὰρ περίοδος κε΄ καὶ Ἄρεως ἐναντιουμένου ιέ . καὶ ἔως μὲν μβ΄ ἡ τοῦ Ἄρεως περίοδος καὶ ἡ τοῦ Αίγόκερω ἀναφορὰ ἐχρημάτισεν, ἐν οῖς πολλὰ αἴτια ἐγένετο· ὅθεν ὁρικῶς ἐπὶ τῶν τοιούτων σχημάτων προλέγειν χρή, ἐὰν μή πως ἀκτὶς ἀγαθοποιῶν συνδραμοῦσα τὰ πολλὰ τῶν φαύλων ἐκκόψῃ.