Ancient Greek · ~3 min
Liber VII., α΄. Ἀγωγὴ περὶ χρόνμων ἐμπράκ των καὶ ἀπράκ των καἰ ζωῆσ πρός τε τὸν οἰκοδεσπότην καὶ τὰς ἀναφορὰς καὶ τὸν ὡροσκόπον.
Vettius Valens, Anthologiarum libri ix 7-21
Not analysed yet
Ἵνα δὲ συντόμως τὴν ἀπόδειξιν ποιησώμεθα, ὁποῖον ἂν σχῆμα ἐπὶ γενέσεως οἱ ἀστέρες εὑρίσκωνται ποιούμενοι πρὸς ἀλλήλους, ἤτοι ἀγαθὸν ἢ φαῦλον κατὰ τὴν ὑπόστασιν τῆς καταβολῆς, ἐκεῖνο ἀποτελέσουσι τῶν χρόνων δεσπόζοντες. οἱ μέντοι καθυπερτεροῦντες ἢ ἐναντιούμενοι δυναμικὼτεροί εἰσιν, εὐτονώτεροι δὲ καὶ βεδαιότεροι πρὸς ἀποτέλεσμα οἱ οἰκείοις καὶ ἐπικαίροις ζῳδίοις ὄντες καὶ οἱ τῶν χρόνων δεσπόζοντες. μέντοι Κρόνου καὶ Διὸς διάμετρον πρακτικὸν καὶ ὠφέλιμον διαλαμβανέσθω καὶ μάλιστα ἐν τοῖς οἰκείοις ζῳδίοις, ἐάνπερ μὴ ἀναλύηται ὑπὸ ἑτέρας κακωτικῆς δυνάμεως. ὁμοίως δὲ καὶ ἡ Διὸς καὶ Ἄρεως σχηματογραφία, ἐὰν ἐν οἰκείοις τύχῃ, ἀγαθή· καὶ ἕτερος δὲ ἐν ἑτέρου ζῳδίῳ παρὼν καὶ λόγον ἔχων πρακτικὸς καὶ ὠφέλιμος ἐν τοῖς ἐπιβάλλουσι χρόνοις. χρηματίσει δὲ καὶ ἐκαστος ἀστὴρ σιντελειουμένης τῆς ἰδίας μεγίστης περιόδου.